Vintimille
154 ΣΤΡΑΒΩ͂ΝΟΣ BIBA. Δ.
τὴν μὲν ὀνομάζεσθαι "Αλόιον Ἰντεμέλιον᾽ οἷον Αλπειον, τὴν δὲ ἐπιτετμημένως μᾶλλον ᾿Αλόίγγαυνον. Πολύόδιος δὲ προστίθησι τοῖς δυσὶ φύλοις τῶν Λιγύων τοῖς λεχθεῖσι τό τε τῶν Ὀξυδίων χαὶ τὸ τῶν Δεχιητῶν. Ὅλως δὲ ἡ παραλία αὕτη πᾶσα μέχρι Τυρρηνίας ἐκ Μονοίχου λιμένος προσεχής τέ ἐστι χαὶ ἀλίμενος πλὴν βραχέων ὅρμων καὶ ἀγχυροξὀολίων. Ὑπέρχεινται δὲ οἱ τῶν ὀρῶν ἐξαίσιοι χρημνοὶ στενὴν ἀπολείποντες πρὸς θαλάττῃ πάροδον. Κατοιχοῦσι δὲ Λίγυες" ζῶντες ἀπὸ θρεμμάτων τὸ πλέον ai γάλακτος χαὶ χριθίνου πόματος, νεμόμενοι τά τε πρὸς θαλάττῃ χωρία καὶ τὸ πλέον τὰ ὄρη. Ἔχουσι δ᾽ ὕλην ἐνταῦθα παμ.πόλλην ναυπηγήσιμον καὶ μεγαλόδενδρον, ὥστ᾽ ἐνίων τοῦ πάχους τὴν διάμετρον ὀχτὼ ποδῶν εὑρίσκεσθαι - πολλὰ δὲ καὶ τῇ ποικιλίᾳ τῶν θυΐνων οὐκ ἔστι χείρω πρὸς τὰς τραπεζοποιίας. Ταῦτά τε δὴ κατάγουσιν εἰς τὸ ἐμιπόριον τὴν Γένουαν χαὶ θρέμματα χαὶ δέρματα χαὶ μέλι, ἀντιφορτίζονται δὲ ἔλαιον χαὶ οἶνον τὸν ἐχ τῆς Ἰταλίας - ὃ δὲ παρ᾽ αὐτοῖς ὀλίγος ἐστί, πιττίτης, αὐστηρός. ᾿Εντεῦθεν δέ εἰσιν οἱ γίννοι ὁ λεγόμενοι ἵπποι τε χαὶ ἡμίονοι, χαὶ οἱ λιγυστῖνοί τε χιτῶνες χαὶ σάγοι * πλεονάζει δὲ χαὶ τὸ λιγγούριον παρ᾽ αὐτοῖς, ὅ τινες ἤλεκτρον προσαγορεύουσι. Στρατεύονται δ᾽ ἱππεῖς μὲν οὐ πάνυ, ὁπλῖται δὲ ἀγαθοὶ καὶ ἀχροθολισταί - ἀπὸ δὲ τοῦ χαλχάσπιδας εἶναι τεχμαίρονταί τινες Ἕλληνας αὐτοὺς εἶναι.