Polybe, II
170 ΣΤΡΑΒΩΝΟΣ BIBA. E.
Αἷμον, Ῥοδόπην, Δούναχα * (Cas., p. 209.) καί φησιν ὅτι τούτων μὲν ἕχαστον μιχροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, τὰς δ᾽ "Ame οὐδ᾽ ἂν πεμπταῖος ἀναδαίη τίς " τὸ δὲ μῆκός ἐστι δισχιλίων χαὶ διακοσίων σταδίων τὸ παρῆχον παρὰ τὰ πεδία. Τέτταρας δ᾽ ὑπερύάσεις ὀνομάζει μόνον διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων ἣν ᾿Αννίόας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας χρημνώδεις. Λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας Ù
I, 1. Μετὰ δὲ τὴν ὑπώρειαν τῶν "Αλπεων ἀρχὴ τῆς νῦν Ἰταλίας. Οἱ γὰρ παλαιοὶ τὴν Οἰνωτρίαν ἐχάλουν Ἰταλίαν ἀπὸ τοῦ Σιχελικοῦ πορθμοῦ μέχρι τοῦ Ταραντίνου" χόλπου χαὶ τοῦ Ποσειδωνιάτου διήκουσαν, ἐπικρατῆσαν δὲ τοὔνομα χαὶ μέχρι τῆς ὑπωρείας τῶν "Αλπεων προὔδη. Προσέλαῤε δὲ χαὶ τῆς Λιγυστικῆς τὰ μέχρι ᾿Ουάρου ποταμοῦ χαὶ τῆς ταύτῃ θαλάττης ἀπὸ τῶν ὁρίων τῶν Τυρρηνικῶν nat τῆς Ἰστρίας μέχρι Πόλας. Εἰχάσαι δ᾽ ἂν τις εὐτυχήσαντας τοὺς πρώτους ὀνομασθέντας (Cas., Ρ. 210.) Ἰταλοὺς μεταδοῦναι καὶ τοῖς πλησιοχώροις, εἶθ᾽ οὕτως ἐπίδοσιν λαῤεῖν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας.