‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 284 sur 303 · Strab. IV, 1v, 2, supr. p · texte numérisé non relu

Strab. IV, 1v, 2, supr. p

388 ΣΤΡΛΒΩΝΟΣ XPH2TOMA@EION A.

τοις. ᾿Αντὶ δὲ χιτώνων σχιστοὺς χειριδωτοὺς φοροῦσι μέχρι γλουτῶν καὶ αἰδοίων. Ἣ δ᾽ ἐρέα αὐτοῖς τραχεῖα μὲν, ἀχρόμαλλος δὲ", ἀφ᾽ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσι χαὶ τῇ Ἰταλίᾳ πάσῃ χορηγοῦσιν ἐπ᾽ ἐμπορείᾳ, καὶ τὰ ἐκ τῶν συῶν ταρίχη. Ὁπλισμὸς δὲ μάχαιρα μαχρὰ, παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρὸν, καὶ θυρεὸς μακρὸς χαὶ λόγχαι χατὰ λόγον χαὶ μάδαρις, παλτοῦ τι εἶδος. Ἔστι δέ τι χαὶ γρόσφῳ ἐοικὸς ξύλον, Ex χειρὸς, οὐχ ἐξ ἀγχύλης, ἀφιέμενον τηλεδολώτερον χαὶ βέλους, ᾧ μάλιστα χαὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας. Αἱ δὲ ὕες αὐτοῖς χαὶ ἀγραυλοῦσιν, ὕψει καὶ τάχει καὶ ἀλκὴ διαφέρουσαι χίνδυνος δ᾽ ἐστὶ τῷ ἀήθει προσιόντι ταύταις, ὡσαύτως χαὶ λύχῳ.

A4. Ὅτι παρὰ πᾶσι Κελτοῖς τρία γένη ἔντιμα αὐτοῖς ἐστι μάλιστα " Βάρδοι τε, ποιηταὶ ὄντες ὕμνων, χαὶ Οὐάται, ἱεροποιοὶ χαὶ φυσιολόγοι, καὶ Δρυΐδαι [of] πρὸς τὴ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσχοῦσι, διχαιότατοι νομιζόμενοι. ᾿Αφθάρτους δὲ τὰς ψυχὰς οὗτοι λέγουσιν εἶναι χαὶ τὸν χόσμον, ἐπιχρατήσειν δέ ποτε καὶ πῦρ χαὶ ὕδωρ. Τῷ δὲ ἁπλῷ καὶ θυμιχῷ πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι τοῖς Γάλλοις χαὶ τὸ φιλόχοσμιον - χρυσοφοροῦσι γὰρ, περὶ μὲν τοῖς τραχήλοις στρεπτὸν", περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς χαρποῖς ψέλια - χαὶ ἐσθῆτες" αὐτοῖς

Page 1