‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 3)Chapitre 188 sur 234 · XIX. Les Massaliôtes, seuls des habitants de Ια · texte numérisé non relu

XIX. Les Massaliôtes, seuls des habitants de Ια

336 ΔΙΩΝΟΣ PQMAIK. ISTOP. BIBA. MA’.

μόνοι τῶν ἐν τῇ Γαλατίᾳ οἰχούντων οὔτε συνήραντο τῷ Καίσαρι οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ καὶ ἀπόχρισιν αὐτῷ ἀξιομνημόνευτον ἔδοσαν - τῷ τε γὰρ δήμῳ τῶν Ῥωμαίων συμμαχεῖν χαὶ ἐχείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τι μεήθ᾽ ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδιχεῖ, εἶναι ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλθεῖν, καὶ ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξεσθαι ἔλεγον, ἐπὶ πολέμῳ δὲ οὐδέτεpovi. Καταστάντες τε ἐς πολιορχίαν, αὐτόν τε ἐχεῖνον ἀπεχρούσαντο, χαὶ τῷ Τρεδωνίῳ τῷ τε Βρούτῳ τῷ Δεχίμῳ μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. Ὁ γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς χαὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεχαρτέρησε, --- χαὶ γὰρ αὐτῷ δεινὸν ἐδόχει εἶναι ὅτι χαὶ τὴς Ρώμης ἀμαχὶ χρατήσας, ὑπὸ Μασσαλιωτῶν οὐχ ἐδέχετο, --- ἔπειτα ἐπειδὴ ἀντήρχουν, ἐχείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰόδηρίαν ἠπείχθη.

XXI. (Leuncl., p. 168.) ..... Καὶ εἴ γε μὴ οἱ Μασσαλιῶται ἐν τούτῳ ναυμαχίᾳ πρὸς τοῦ Βρούτου τῷ τε μεγέθει τῶν νεῶν αὐτοῦ χαὶ τῇ ῥώμῃ τῶν ἐπιῤατῶν, χαίπερ καὶ τῷ Δομιτίῳ συμμάχῳ χρώμενοι χαὶ τῇ ἐμπειρίᾳ τῶν ναυτικῶν προέχοντες, ἡττήθησαν, χάκ. τούτου παντελῶς ἀπεχλείσθησαν, οὐδὲν ἂν ἐχώλυσε πάντα τὰ πράγματα αὐτοῦ (τοῦ Καίσαρος) φθαρῆναι.

Page 1