An de Rome 595, av. J.-C
330 IIAOYTAPXOY PQMAIK. IP, ΚΗ.
νον ὀχουμένην ἐφ᾽ ἵππου βληθῆναι χεραυνῷ, χαὶ γυμνὸν μὲν εὑρεθῆναι χείμενον τὸν ἵππον, γυμνὴν δ᾽ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμένου τοῦ χιτῶνος ἀπὸ τῶν ἀπορρήτων, ὑποδημάτων δὲ χαὶ δαχτυλίων χαὶ χεχρυφάλου διερριμ.μένων χωρὶς ἄλλων ἀλλαχόθι, τοῦ δὲ στόματος ἔξω προ- 6e6Anxétos τὴν γλῶσσαν. ᾿Αποφηναμένων δὲ τῶν μάντεων, δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς παρθένοις εἶναι χαὶ γενήσεσθαι περιδόητον, ἅψεσθαι δέ τινα καὶ ἱππέων ὕόριν, ἐμήνυσε βαρόάρου τινὸς ἱππικοῦ θεράπων τρεῖς παρθένους ᾿ τῶν ἐστιάδων, Αἰμυλίαν xal Λικινίαν καὶ Μαρτίαν ὑπὸ τὸ αὐτὸ διεφθαρμένας, χαὶ συνούσας πολὺν χρόνον ἀνδράσιν, ὧν εἷς ἦν Βουτέτιος βάρόαρος τοῦ μιηνυτοῦ δεσπότης. Ἐχεῖναι μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι + τῆς δὲ πράξεως δεινῆς φανείσης, ἔδοξεν ἀνέρεσθαι τὰ Σιδύλλεια τοὺς ἱερεῖς. Εὑρεθῆναι δέ φᾶσι χρησμοὺς ταῦτά τε προδηλοῦντας ὡς ἐπὶ χαχῷ γενησόμενα, χαὶ προστάττοντας ἀλλοχότοις τισὶ δαίμοσι χαὶ ξένοις, ἀποτροπῆς ἕνεχα τοῦ ἐπιόντος, προέσθαι δύο μὲν Ἕλληνας, δύο δὲ Γαλάτας ζῶντας αὐτόθι χατορυγέντας.
ΧΟΥ͂ΠΙ. (Wech., p. 287.) « Διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαῤόντες, οὐδὲν ἄλλο πράττουσι πρῶτον ἢ τὴν τροφὴν ἀπομισθοῦσι τῶν ἱερῶν χηνῶν...» «τος ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς βαρύάρους ὑπερῥαίνοντας ἤδη τὸ περιτείχισμα; τοῦ Καπιτωλίου" νύχτωρ οἱ χῆνες ἤσθοντο, τῶν χυνῶν χαθευδόντων, χαὶ βοῇ τοὺς φύλαχας ἐπήγειρᾶν....: