‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 4)Chapitre 95 sur 334 · III · texte numérisé non relu

III

414 HAOYTAPXOY MAPKEAA. €. :

ἀνῳχισμένην. Exeïlev δὲ μυρίους τῶν Γαισατῶν" ὁ βασιλεὺς Βριτόμαρτος ? ἀναλαδὼν τὴν περὶ Πάδον χώραν ἐπόρθει. Ταῦτα Μάρχελλος πυθόμενος τὸν μὲν συνάρχοντα πρὸς ᾿Αχέρραις" ἀπέλιπε τὴν πεζὴν χαὶ βαρεῖαν ὁμοῦ πᾶσαν ἔχοντα. δύναμιν καὶ τῶν ἱππέων μέρος τρίτον, αὐτὸς δὲ τοὺς λοιποὺς ἱππεῖς ἀναλαδὼν χαὶ τοὺς ἐλαφροτάτους τῶν ὁπλιτῶν περὶ ἑξαχοσίους ἤλαυνεν, οὔτε ἡμέρας οὔτε νυχτὸς ἀνιεὶς τὸν δρόμον, ἕως ἐπέῤαλε“ τοῖς μυρίοις Γαισάταις" περὶ τὸ χαλούμενον Κλαστίδιον᾽, Γαλατικὴν χώμιην οὐ πρὸ πολλοῦ Ῥωμαίοις ὑπήχοον γεγενημένην. ’Avahabeïv δὲ καὶ διαναπαῦσαι τὸν στρατὸν οὐχ, ὑπῆρξεν αὐτῷ - ταχὺ γὰρ αἴσθησιν τοῖς βαρύάροις ἀφικόμενος παρέσχε, χαὶ χατεφρονήθη πεζῶν μὲν ὀλίγων παντάπασιν ὄντων σὺν αὐτῷ, τὸ δ᾽ ἱππικὸν ἐν οὐδενὶ λόγῳ τῶν Κελτῶν τιθεμένων. Κράτιστοι γὰρ ὄντες ἱππομαχεῖν χαὶ μάλιστα τούτῳ διαφέρειν δοχοῦντες, τότε χαὶ πλήθει (Wech., p. 301.) πολὺ τὸν Μάρχελλον ὑπερέθαλλον". Εὐθὺς οὖν ἐπ᾽ αὐτὸν ὡς ἀναρπασόμενοι μετὰ βίας πολλῆς χαὶ δεινῶν ἀπειλῶν ἐφέροντο, τοῦ βασιλέως προϊππεύοντος. Ὁ δὲ Μάρχελλος, ὡς μὴ φθαῖεν αὐτὸν ἐγχυχλωσάμενοι χαὶ περιχυθέντες ὀλιγοστὸν ὄντα, τὰς ἴλας" ἦγε πόρρω

Page 1