‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules;Chapitre 117 sur 385 · Sagonte. — 4. Consuls. — 5. Afrique. — 6. Espagne · texte numérisé non relu

Sagonte. — 4. Consuls. — 5. Afrique. — 6. Espagne

188 TIOAYBIOY IZTOPIQN Tr.

ἀγγελία διότι πάρεστιν ᾿Αννίδας μετὰ δυνάμεως, καὶ πολιορχεῖ τινας ἤδη πόλεις ἐν Ἰταλίᾳ. Διότι παραδόξου φανέντος αὐτοῖς τοῦ γιγνομένου, διαταραχθέντες, παραχρῆμα πρὸς τὸν Τιδέριον εἰς τὸ Λιλύδαιον ἐξαπέστελλον, δηλοῦντες μὲν τὴν παρουσίαν τῶν πολεμίων, οἰόμενοι δὲ δεῖν ἀφέμενον τῶν προχειμένων, χατὰ σπουδὴν βοηθεῖν τοῖς ἰδίοις πράγμασιν. Ὁ δὲ Τιδέριος τοὺς μὲν ἀπὸ τοῦ στόλου παραυτίχα συναθροίσας ἐξέπεμψε, παραγγείλας ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπ᾽ οἴχου * τὰς δὲ πεζὰς δυνά-μεις ἐξώρχισε' διὰ τῶν χιλιάρχων, τάξας ἡμέραν ἐν à δεήσει πάντας (Cas., p. 214.) ἐν ᾿Αριμίνῳ γενέσθαι χοιταίους. Αὕτη δ᾽ ἔστι πόλις παρὰ τὸν ᾿Αδρίαν, ἐπὶ τῷ πέρατι χειμένη τῶν περὶ τὸν Πάδον πεδίων ὡς ἀπὸ μεσημ.ὁρίας". Πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γιγνομένου, χαὶ τῶν συμθαινόντὼν πᾶσι παρὰ δόξαν TOUR ENS ἦν παρ᾽ ἑχάστοις ἐπίστασις ὑπὲρ τοῦ RANAONEES οὐχ εὐχαταφρόνητος.

LXIT. Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη συνεγγίζοντες ἀλλήλοις ᾿Αννίξας χαὶ Πόπλιος, ἐπεύάλοντο παραχαλεῖν τὰς ἑαυτῶν δυνάμεις, ἑκάτερος προθέμενος τὰ πρέποντα τοῖς παροῦσι χαιροῖς. ᾿Αννίδας μὲν οὖν διὰ τοιοῦδέ τινος ἐνεχείρει τρόπου ποιεῖσθαι τήν παραίνεσιν. Συναγαγὼν γὰρ τὰ πλήθη, παρήγαγε νεανίσχους τῶν αἰχμαλώτων, οὃς εἰλήφει χαχοποιοῦντας τὴν πορείαν ἐν ταῖς περὶ τὰς "Ame δυσχωρίαις. Τούτους δὲ χαχῶς διετίθετο, παρασχευαζόμενος πρὸς τὸ μέλλον * χαὶ γὰρ δεσμοὺς εἶχον

Page 1