ΠΟΛΥΒΙΟΥ ΙΣΤΌΡΙΩΝ FT
ΠΧΧΧΥΤΙΙ. (Cas., p. 238.) Ἔν © καιρῷ χαταστρατοπεδεύσας παρὰ τὸν ᾿Αδρίαν ἐν χώρᾳ πρὸς πάντα τὰ γεννήματα διαφερούσῃ, μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τῆς ἀναλήψεως χαὶ θεραπείας τῶν ἀνδρῶν, οὐχ, ἧττον δὲ καὶ τῶν ἵππων. Ὡς “ἂν γὰρ ὑπαίθρου τῆς παραχειμασίας γεγενημένης ἐν τοῖς χατὰ Γαλατίαν τόποις ὑπό τε τοῦ ψύχους χαὶ τῆς ἀνηλειψίας, ἔτι δὲ tic? μετὰ ταῦτα διὰ τῶν ἑλῶν πορείας καὶ ταλαιπωρίας, ἐπεγεγόνει σχεδὸν ἅπασι τοῖς ἵπποις, ὁμοίως δὲ χαὶ τοῖς ἀνδράσιν ὃ λεγόμενος λιμόψωρος χαὶ τοιαύτη χαχεξία. Διὸ γενόμενός ἐγχρατὴς χώρας εὐδαίμονος ἐσωματοποίησε μὲν τοὺς ἵππους, ἀνεχτήσατο δὲ τά τε σώματα χαὶ τὰς ψυχὰς τῶν στρατιωτῶν ..... |
LXXXVIIT. (Cas., p. 239.) ᾿Αννίδας δὲ χατὰ βραχὺ μεταθεὶς τὴν παρεμῥολὴν, ἐνδιέτριδε τῇ παρὰ τὸν ᾿Αδρίαν χώρᾳ, χαὶ τοὺς μὲν ἵππους ἐχλούων τοῖς παλαιοῖς οἴνοις, διὰ τὸ πλῆθος, ἐξεθεράπευσε τὴν καχεξίαν αὐτῶν χαὶ τὴν ψώραν - παραπλησίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς μὲν τραυματίας ἐξυγίασε, τοὺς δὲ λοιποὺς εὐέχκτας παρεσχεύασε nai προθύμους εἰς τὰς ἐπιφερομένας χρείας. ....