ΚΕΦΑΛΑΙ͂ΟΝ KA
ΟΠ τι δὲ τὰ εἴδη ταὐτὰ δεῖ ἔχειν τὴν ἐποποιίαν τῇ τραγῳϑίᾳ" ἢ ἢ γὰρ ἁπλὴν à πεπλεγμένην ἢ ἠθικὴν ἢ παθητικὴν δεῖ εἶναι. Καὶ τὰ μέρη ἔξω μελοποιίας καὶ ὄψεως ταὐτά" χαὶ γὰρ περιπετειῶν δεῖ καὶ ἀναγνωρίσεων καὶ παθημάζων. ἔτι τὰς διανοίας καὶ τὴν λέξιν ἔχειν καλῶς" οἷς ἅπασιν ὅμηρος χέχρηται καὶ πρῶτος καὶ ἱκανῶς. Καὶ γὰρ καὶ τῶν ποιημάτων ἑκάτερον. συνέστηχεν ἡ μὲν ἰλιὰς ἁπλοῦν καὶ παθητικόν, ἡ δὲ Οδύσσεια πεπλεγμένον ( ἀναγνώρισις γὰρ διόλου.) καὶ ἠθική. Πρὸς δὲ τούτοις λέξει καὶ διανοίᾳ πάντας ὑπερθέδληκεν. ᾿᾽Διαφέρει δὲ κατά τε τῆς συστάσεως τὸ μῆκος ἡ ἐποποιία καὶ τὸ μέτρον. Τοῦ μὲν οὖν μήκους ὅρος ἱκανὸς ὁ εἰρημένος" δύνασθαι γὰρ δεῖ συνορᾶσθαι τὴν ἀρχὴν καὶ τὸ τέλος. Eln δ᾽ ἂν τοῦτο, εἰ τῶν μὲν ἀρχαίων ἐλάττους αἱ συστάσεις εἶεν, πρὸς δὲ τὸ πλῆθος τῶν τραγῳδιῶν τῶν εἰς μίαν ἀχρόασιν τιθεμένων παρήκοιεν. ἔχει δὲ πρὸς τὸ ἐπεκτείνεσθαι τὸ μέγεθος πολύ τι ἡ ἐποποιία ἴδιον διὰ τὸ ἐν μὲν τῇ τραγῳδίᾳ μὴ ἐνδέχεσθαι ἅμα πραττόμενα πολλὰ μέρη μιμεῖσθαι, ἀλλὰ τὸ ἐπὶ τῆς σκηνῆς καὶ τῶν ὑποχριτῶν μέρος μόνον" ἐν δὲ τῇ ἐποποιίᾳ,, διὰ τὸ διήγησιν εἶναι, ἔστι πολλὰ μέρη ἅμα ποιεῖν περαινόμενα., ὑφ᾽ ὧν οἰκείων ὄντων αὔξεται ὁ τοῦ ποιήματος ὄγκος. ὥστε τοῦτ᾽ ἔχει τὸ ἀγαθὸν εἰς μεγαλοπρέπειαν, καὶ τὸ μεταθάλλειν τὸν ἀκούοντα καὶ
‘ Cap. xxxix ed. Tvrwh.; cap. xxv ed. Bipont.; cap. ΧΧΠῚ ed. Batteux. 3 Cap. xz ed. Tyrwh.
DE LA POXTIQUE. 379
des armes, Philoctète, Néoptolème, Eurypyle, le Mendiant, ἢ les Lacédémoniennes, la prise de Troie et le départ, Sinon, les Troades.