‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 103 sur 303 · Morbihan, Vannes · texte numérisé non relu

Morbihan, Vannes

130 ΣΤΡΑΒΩΝΟΣ BIBA. A.

(Cas., p.195.) κατέσπων oi Ῥωμαῖοι τὰ ἱστία δορυδρεπάνοις - ἦν γὰρ σχύτινα διὰ τὴν βίαν τῶν ἀνέμων " ἁλύσεις" δ᾽ ἔτεινον ἀντὶ κάλων. Πλατύπυγα δὲ ποιοῦσι" καὶ ὑψίπρυμνα καὶ ὑψόπρωρα διὰ τὰς ἀμπώτεις, δρυΐνης ὕλης ἧς ἐστιν εὐπορία " διόπερ οὐ συνάγουσι τὰς ἁρμονίας τῶν σανίδων, ἀλλ᾽ ἀραιώματα καταλείπουσι " ταῦτα δὲ βρύοις διανάττουσι τοῦ μὴ κατὰ τὰς νεωλχίας χαπυροῦσθαι τὴν ὕλην μὴ νοτιζομένην, τοῦ μὲν βρύου νοτιωτέρου ὄντος τῇ φύσει, τῆς δὲ δρυὸς ξηρᾶς χαὶ ἀλιποῦς. Τούτους οἶμαι τοὺς ᾿Ουενέτους οἰχιστὰς εἶναι τῶν χατὰ τὸν ᾿Αδρίαν - χαὶ γὰρ οἱ ἄλλοι πάντες σχεδόν τι οἱ ἐν τῇ Ἰταλίᾳ Κελτοὶ μετανέστησαν ἐκ τῆς ὑπὲρ τῶν Γλλπεων γῆς, καθάπερ χαὶ οἱ Βόϊοι καὶ Σένονες * διὰ δὲ τὴν ὁμωνυμίαν Παφλαγόνας φασὶν αὐτούς. Λέγω δ᾽ οὐχ ἰσχυριζόμενος * ᾿ἀρχεῖ γὰρ περὶ τῶν τοιούτων τὸ εἰκός. ᾿Οσίσμιοι δ᾽ εἰσίν, oùc [Ὡσ]τιμίους ὀνομάζει Πυθέας, ἐπί τινος προπεπτωχυίας ἱκανῶς ἄκρας εἰς τὸν ὠχεανὸν οἰχοῦντες, οὐχ ἐπὶ τοσοῦτον δὲ ἐφ᾽ ὅσον ἐχεῖνός φησι" χαὶ οἱ πιστεύσαντες ἐχείνῳ. Τῶν δὲ μεταξὺ ἐθνῶν τοῦ τε Σηχοάνα καὶ τοῦ Λίγηρος οἱ μὲν τοῖς Σηχοανοῖς", οἱ δὲ τοῖς ᾿Αρουέρνοις ὁμοροῦσι.

2. To δὲ σύμπαν φῦλον, ὃ νῦν Γαλλικόν τε χαὶ Γαλατικὸν χαλοῦσιν, ἀρειμάνιόν ἐστι καὶ θυμικόν τε χαὶ ταχὺ

1, Paris. 1393, ἁλύσει, adopté par Coray; Groskurd, ἁλύσεσι.

Page 1