‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 120 sur 303 · Dans le port de Monœque ne peuvent mouiller · texte numérisé non relu

Dans le port de Monœque ne peuvent mouiller

156 ΣΤΡΑΒΩΝΟΣ BIBA. A.

οὐδὲ πολλαῖς ναυσίν, ἔχων ἱερὸν Ἡ ραχλέους Μονοίχου χαλοὐμένου + ἔοικε δὲ ἀπὸ τοῦ ὀνόματος καὶ μέχρι δεῦρο διατείνειν ὁ Μασσαλιωτιχὸς παράπλους " διέχει δ᾽ ᾽Αντιπόλεως μιχρῷ πλείους ἢ διαχοσίους σταδίους. (Cas., p. 203.) Τοὐντεῦθεν δ᾽ ἤδη μέχρι Μασσαλίας χαὶ μικρὸν προσωτέρω τὸ τῶν Σαλύων ἔθνος οἰκεῖ τὰς λλπεις τὰς ὑπερχειμένας χαί τινα τῆς αὐτῆς παραλίας ἀναμὶξ τοῖς Ἕλλησι. Καλοῦσι δὲ τοὺς Σάλυας οἱ μὲν παλαιοὶ τῶν Ἑλλήνων Λίγυας «καὶ τὴν χώραν, ἣν ἔχουσιν οἱ Μασσαλιῶται, Λιγυστικήν, οἱ δ᾽ ὕστερον Κελτολίγυας ὀνομάζουσι, χαὶ τὴν μέχρι Λουέρίωνος" χαὶ τοῦ Ῥοδανοῦ πεδιάδα τούτοις προσνέμουσιν, ἀφ᾽ ἧς οὐ πεζὴν μόνον ἀλλὰ καὶ ἱππικὴν ἔστελλον στρατιάν, εἰς δέχα μέρη διῃρημένοι. Πρώτους δ᾽ ἐχειρώσαντο Ῥωμαῖοι τούτους τῶν ὑπεραλπείων Κελτῶν, πολὺν χρόνον πολεμήσαντες χαὶ τούτοις χαὶ τοῖς Λίγυσιν; ἀποχεχλειχόσι τὰς εἰς τὴν Ἰδηρίαν παρόδους τὰς διὰ τῆς παραλίας. Καὶ γὰρ χαὶ χατὰ γῆν χαὶ κατὰ θάλατταν ἐλήζοντο χαὶ τοσοῦτον ἴσχυον ὥστε μόλις στρατοπέδοις μεγάλοις πορευτὴν εἶναι τὴν ὁδόν. ᾿Ογδοηκοστὸν δ᾽ ἔτος πόλεμοῦντες διεπράξαντο μόλις ὥστ᾽ ἐπὶ δώδεχα σταδίους τὸ πλάτος ἀνεῖσθαι τὴν ὁδὸν τοῖς ὁδεύουσι δημοσίᾳ. Μετὰ ταῦτα μέντοι κατέλυσαν ἅπαντας χαὶ διέταξαν αὐτοὶ τὰς πολιτείας, ἐπιστήσαντες φόθον.

{. Coray, d’après une conj. de D’Anville, Δρονέντια; Meineke, d'après Mannert, ᾿Αονενίωνος.

Page 1