‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 132 sur 303 · XTPABONOES BIBA. E · texte numérisé non relu

XTPABONOES BIBA. E

k. (Cas., p. 212.) Ἔστι δὲ πεδίον σφόδρα εὔδαιμον καὶ γεωλοφίαις εὐχάρποις πεποικιλμένον. Διαιρεῖ δ᾽ αὐτὸ μέσον πως ὃ Πάδος, καὶ καλεῖται τὸ μὲν ἐντὸς τοῦ Πάδου, τὸ δὲ πέραν * ἐντὸς μὲν ὅσον ἐστὶ πρὸς τοῖς ᾿Απεννίνοις ὄρεσι χαὶ τῇ Λιγυστικῇ, πέραν δὲ τὸ λοιπόν. Οἰκεῖται δὲ τὸ μὲν ὑπὸ τῶν Λιγυστικχῶν ἐθνῶν χαὶ τῶν Κελτιχῶν, τῶν μὲν ἐν τοῖς ὄρεσιν οἰκούντων, τῶν δ᾽ ἐν. τοῖς πεδίοις, τὸ δ᾽ ὑπὸ τῶν Κελτῶν καὶ Ἑνετῶν. Οἱ μὲν οὖν Κελτοὶ τοῖς ὑπεραλπείοις " ὁμοεθνεῖς εἰσι, περὶ δὲ τῶν Ἑ νετῶν διττός ἐστι λόγος. Οἱ μὲν γὰρ καὶ αὐτούς φασιν εἶναι Κελτῶν ἀποίχους τῶν ὁμωνύμων παρωχεανιτῶν, οἱ δ᾽ ἐχ τοῦ Τρωιχοῦ πολέμου μετ᾽ ᾿Αντήνορος σωθῆναι δεῦρό φασι τῶν ἐκ. τῆς Παφλαγονίας ‘Evetüv τινάς * μαρτύριον δὲ τούτου προφέρονται τὴν περὶ τὰς ἱπποτροφίας ἐπιμέλειαν, ἣ νῦν μὲν τελέως ἐχλέλοιπε, πρότερον δ᾽ ἐτιμᾶτο παρ᾽ αὐτοῖς ἀπὸ τοῦ παλαιοῦ ζήλου τοῦ κατὰ τὰς ἡμιονίτιδας ἵππους. Τούτου δὲ χαὶ Ὅμηρος μέμνηται -

1. Δις est ici une addition de Kramer, d’après une conjecture de Casaubon. |

Page 1