ΣΤΡΑΒΩΝΟΣ BIBA. E
᾿Ανεῖται δ᾽ ἐμπόριον [τοῖς τε Ἑνετοῖς καὶ]; τοῖς περὶ τὸν Ἴστρον τῶν Ἰλλυριῶν ἔθνεσι - χομίζουσι δ᾽ οὗτοι μὲν τὰ ἐχ θαλάττης, καὶ οἶνον ἐπὶ ξυλίνων πίθων ἁρμαμάξαις ἀναθέντες χαὶ ἔλαιον, ἐχεῖνοι δ᾽ ἀνδράποδα καὶ βοσχήματα χαὶ δέρματα. Ἔξω δ᾽ ἐστὶ τῶν Ἑνετιχῶν ὅρων ἡ ᾿Αχυληία.. Διορίζονται δὲ ποταμῷ ῥέοντι ἀπὸ τῶν ᾿Αλπείων" ὀρῶν, ἀνάπλουν ἔχοντι καὶ διακοσίων σταδίων ἐπὶ τοῖς χιλίοις εἰς Νωρηίαν" πόλιν, περὶ ἣν Γναῖος Κάρόων συμ.ῥαλὼν Κίμέροις“ οὐδὲν ἔπραξεν. "Eyer δὲ ὁ τόπος οὗτος χρυσιοπλύσια" εὐφυὴ χαὶ σιδηρουργεῖα. Ἐν αὐτῷ δὲ τῷ μυχῷ τοῦ ᾿Αδρίου χαὶ ἱερὸν τοῦ Διομήδους ἐστὶν ἄξιον μνήμης, τὸ Τίμαυον + λιμένα γὰρ ἔχει χαὶ ἄλσος ἐχπρεπὲς χαὶ πηγὰς ἑπτὰ ποταμίου" ὕδατος εὐθὺς εἰς τὴν θάλατταν ἐχπίπτοντος, πλατεῖ χαὶ βαθεῖ ποταμῷ. Πολύόθιος δ᾽ εἴρηκε πλὴν μιᾶς τὰς ἄλλας ἁλμυροῦ ὕδατος, χαὶ δὴ χαὶ τοὺς ἐπιχωρίους πηγὴν χαὶ μητέρα τῆς θαλάττης ὀνομάζειν τὸν τόπον. (Cas., p. 215.) Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον χαταπίπτειν els βέρεθρον, εἶθ᾽ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν χαὶ τριάχοντα σταδίους ἐπὶ τῇ θαλάττῃ τὴν ἐχόολὴν ποιεῖσθαι.
1. Mots ajoutés par Groskurd, parce que le mot ἐκεῖνοι de la phrase suivante ne se rapporterait à rien.