L'Irlande
36 ΣΤΡΑΒΩΝΟΣ BIBA. B.
τερον εἶναι σημεῖον χαὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατόν, ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς, Ἔτι τοίνυν ἡ Βαχτριανὴ χίλια στάδια ἐπὶ τὴν ἄρκτον ἐχτείνεται - τὰ δὲ τῶν Σχυθῶν. [ἔθνη] πολὺ μείζω ταύτης ἐπέχεινα χώραν νέμεται, χαὶ τελευτᾷ πρὸς τὴν βόρειον θάλατταν, νομαδικῶς μὲν, ζῶντα δ᾽ ὅμως. Πῶς οὖν, εἴπερ χαὶ αὐτὰ τὰ Βάχτρα ἤδη τῆς οἰχουμένης ἐχπίπτει; εἴη ἂν τὸ διάστημα τοῦτο ἀπὸ τοῦ Καυχάσου μέχρι τῆς βορείας θαλάττης τῇ διὰ Βάχτρων ὀλίγῳ πλειόνων ἢ τετραχισχιλίων. Ταῦτα δὲ προστεθέντα τῷ ἀπὸ τῆς Ἰέρνης ἐπὶ τὰ βόρεια σταδιασμιῷ ποιεῖ τὸ πᾶν διὰ τῆς ἀοικήτου διάστημα ἐπὶ τοῦ διὰ τὴς Ἰέρνης σταδιασμοῦ σταδίων ἑπταχισχιλίων χαὶ ὀχταχοσίων : εἰ δὲ ἐάσειέ τις τοὺς τετραχισχιλίους σταδίους, αὐτά γε τὰ πρὸς τῷ Καυχάσῳ μέρη τῆς Βαχτριανῆς ἔσται βορειότερα τῆς Ἰέρνης σταδίοις τρισχιλίοις χαὶ ὀχταχοσίοις, τῆς δὲ Κελτικῆς καὶ τοῦ Βορυσθένους ὀχταχισχιλίοις χαὶ ὀχταχοσίοις. (Cas., p. 74.)
18. Φησὶ δὲ ὁ Ἵππαρχος χατὰ Βορυσθένη καὶ τὴν Κελτικὴν ἐν ὅλαις ταῖς θεριναῖς. νυξὶ παραυγάζεσθαι τὸ φῶς τοῦ ἡλίου περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν, ταῖς δὲ χειμεριναῖς [τὸ] πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πήχεις ἐννέα, ἐν δὲ τοῖς ἀπέχουσι τῆς Μασσαλίας ἑξαχισχιλίοις χαὶ τριακοσίοις (oc ἐχεῖνος μὲν ἔτι Κελτοὺς ὑπολαμβάνει, ἐγὼ δ᾽ οἶμαι Βρεττανοὺς εἶναι, βορειοτέρους τῆς Κελτικῆς σταδίοις δισχιλίοις πενταχοσίοις) πολὺ μᾶλλον τοῦτο συμέαίνειν : ἐν δὲ ταῖς χειμεριναῖς ἡμέραις ὁ ἥλιος μετεωρίζεται πήχεις ἕξ, τέτταρας δ᾽ ἐν τοῖς ἀπέχουσι Μασσαλίας ἐναχισχιλίους σταδίους χαὶ ἑχατόν, ἐλάττους δὲ τῶν τριῶν ἐν τοῖς ἐπέχεινα, οἵ κατὰ