Taurenti ou la Ciotat. — 4. Hières
76 ΣΤΡΑΒΩΝΟΣ BIBA. A.
αὐξήσεως αὐτῶν. Σέξτιος" γοῦν ὁ χαταλύσας τοὺς Σάλυας, οὐ πολὺ ἄπωθεν τῆς Μασσαλίας χτίσας πόλιν ὁμώνυμον ἑαυτοῦ τε χαὶ τῶν ὑδάτων τῶν θερμῶν, ὧν τινὰ μεταόεληκέναι φασὶν εἰς ψυχρά, ἐνταῦθά τε φρουρὰν χατῴχισε Ῥωμαίων, καὶ ἐκ τῆς παραλίας τῆς εἰς τὴν Ἰταλίαν ἀγούσης ἀπὸ Μασσαλίας ἀνέστειλε τοὺς βαρόάρους, οὐ δυναμένων τῶν Μασσαλιωτῶν ἀνείργειν αὐτοὺς τελέως. Οὐδ᾽ αὐτὸς δὲ πλέον ἴσχυσεν ἀλλ᾽ ἢ τοσοῦτον μόνον ὅσον χατὰ μὲν τὰ εὐλίμενα ἀπὸ τῆς θαλάττης ἀπελθεῖν τοὺς βαρόάρους ἐπὶ δώδεχα σταδίους, χατὰ δὲ τοὺς τραχῶνας ἐπὶ ὀχτώ : τὴν δὲ λειφθεῖσαν ὑπ᾽ ἐχείνων τοῖς Μασσαλιώταις παραδέδωχεν". ᾿Ανάχειται δ᾽ ἐν πόλει συχνὰ τῶν ἀχροθινίων, ἃ ἔλαθον χαταναυμαχοῦντες ἀεὶ τοὺς ἀμφιοδητοῦντας τῆς θαλάττης ἀδίκως. Πρότερον μὲν οὖν εὐτύχουν διαφερόντως περί τε τἄλλα χαὶ περὶ τὴν πρὸς ῥῬωμαίους φιλίαν, ἧς πολλὰ ἄν τις λάθοι σημεῖα - καὶ δὴ χαὶ τὸ ξόανον τῆς ᾿Αρτέμιδος τῆς ἐν τῷ ᾿Αὐδεντίνῳ" οἱ Ῥωμαῖοι τὴν αὐτὴν διάθεσιν ἔχον τῷ παρὰ τοῖς Μασσαλιώταις ἀνέθεσαν. Κατὰ δὲ τὴν Πομπηίου πρὸς Καίσαρα στάσιν τῷ χρατηθέντι μέρει προσθέμενοι τὴν πολλὴν τῆς εὐδαιμονίας ἀπέῤαλον - ὅμως δ᾽ οὖν ἴχνη λείπεται τοῦ παλαιοῦ ζήλου παρὰ τοῖς ἀνθρώποις καὶ μάλιστα περὶ τὰς ὀργανοποιίας χαὶ τὴν ναυτικὴν παρασχευήν. ᾿Εξημερουμέγων δ᾽ ἀεὶ τῶν ὑπερχειμένων βαρόάρων χαὶ ἀντὶ τοῦ πολεμεῖν τετραμμένων ἤδη πρὸς πολιτείας χαὶ γεωργίας διὰ τὴν τῶν Ῥωμαίων ἐπικράτειαν, οὐδ᾽ αὐτοῖς ἔτι τούτοις συμ.ῥαίνοι ἂν περὶ τὰ λεχθέντα τοσαύτη σπουδή. (Cas., p.184.)