‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 70 sur 303 · Fréjus · texte numérisé non relu

Fréjus

92 ΣΤΡΑΒΩΝΟΣ BIBA. Δ.

10. Πρόχεινται δὲ τῶν στενῶν τούτων ἀπὸ Μασσαλίας ἀρξαμένοις αἱ Στοιχάδες νῆσοι, τρεῖς μὲν ἀξιόλογοι, δύο δὲ μικραί - γεωργοῦσι δ᾽ αὐτὰς Μασσαλιῶται. Τὸ δὲ παλαιὸν KA φρουρὰν εἶχον ἱδρυμένην αὐτόθι πρὸς τὰς τῶν λῃστηρίων ἐφόδους, εὐποροῦντες; χαὶ λιμένων. (Cas., p. 188.) Μετὰ δὲ τὰς Στοιχάδας À Πλανασία χαὶ Λήρων ἔχουσαι κατοικίας. Ἔν δὲ τῇ Λήρωνι χαὶ ἡρῷόν ἐστι τὸ τοῦ Λήρωνος " χεῖται δ᾽ αὕτη πρὸ τῆς ᾿Αντιπόλεως. ΓΑλλα δ᾽ ἐστὶ νησίδια οὐχ ἄξια μνήμης, τὰ μὲν πρὸ τῆς Μασσαλίας αὐτῆς, τὰ δὲ πρὸ τῆς ἄλλης τῆς λεχθείσης ἠόνος. Τῶν δὲ λιμένων ὁ μὲν κατὰ τὸν ναύσταθμον ἀξιόλογος χαὶ ὃ τῶν Μασσαλιωτῶν, οἱ δ᾽ ἄλλοι μέτριοι " τούτων δ᾽ ἐστὶ χαὶ ὃ Ὀξύόιος καλούμενος λιμήν, ἐπώνυμος τῶν Ὀξυόδίων Διγύων. Περὶ μὲν τῆς παραλίας ταῦτα λέγομεν.

11. Τὴν δ᾽ ὑπερχειμένην αὐτῆς χώραν μάλιστα γεωγραφεῖ τά τε ὄρη τὰ περικείμενα al οἱ ποταμοί, διαφερόντως δὲ ὁ Ῥοδανὸς μέγιστός τε ὧν χαὶ πλεῖστον ἀνάπλουν ἔχων, x πολλῶν πληρούμενος ῥευμάτων * λεχτέον οὖν ἐφεξῆς περὶ τούτων. ᾿Απὸ Μασσαλίας τοίνυν ἀρξαμένοις χαὶ προϊοῦσιν ἐπὶ τὴν μεταξὺ χώραν τῶν τε ΓΛλλπεων χαὶ τοῦ Ῥοδανοῦ μέχρι μὲν τοῦ Δρουεντία ποταμοῦ Σάλυες οἰχοῦσιν ἐπὶ πενταχοσίους σταδίους - πορθμείῳ δὲ διαύᾷσιν εἰς Καῤαλλίωνα πόλιν ἡ ἐφεξῆς χώρα πᾶσα Καουάρων" ἐστὶ μέχρι τῶν τοῦ Ἴσαρος συμδολῶν πρὸς τὸν Ῥοδανόν " ἐνταῦθα δὲ χαὶ τὸ Κέμμενον συνάπτει πως τῷ Ῥοδανῷ : μῆχος τὸ μέχρι δεῦρο ἀπὸ τοῦ Δρουεντία σταδίων ἐστὶν

Page 1