‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 83 sur 303 · Toulouse · texte numérisé non relu

Toulouse

108 ΣΤΡΑΒΩΝΟΣ BIBA. A.

νάπλους ὃ Ῥοδανός, τινὰ τῶν ἐντεῦθεν. φορτίων πεζεύεται μᾶλλον ταῖς ἁρμαμάξαις, ὅσα εἰς ᾿Αρουέρνους χομίζεται χαὶ τὸν Λίγηρα ποταμόν, χαίπερ τοῦ Ῥοδανοῦ χαὶ τούτοις πλησιάζοντος ἐχ μέρους - ἀλλ᾽ ἡ ὁδὸς πεδιὰς οὖσα καὶ οὐ πολλὴ περὶ ὀχταχοσίους σταδίους ἐπάγεται μὴ χρήσασθαι; τῷ ἀνάπλῳ διὰ τὸ πεζεύεσθαι ῥᾷον - ἐντεῦθεν δ᾽ ὃ Λίγηρ εὐφυῶς ἐχδέχεται - ῥεῖ δὲ ἐχ τῶν Κεμμένων εἰς τὸν ὠχεανόν. Ἐχ δὲ Nép6wvos ἀναπλεῖται μὲν ἐπὶ μιχρὸν τῷ λταχι, πεζεύεται δὲ πλέον ἐπὶ τὸν Γαρούναν ποταμόν, χαὶ τοῦθ᾽ ὅσον ὀχταχοσίων ἢ ἑπταχοσίων σταδίων - ῥεῖ δὲ χαὶ ὁ Ταρούνας εἰς τὸν ὠχεανόν. Ταῦτα μὲν ὑπὲρ τῶν νεμομένων τὴν Ναρόωνῖτιν ἐπικράτειαν λέγομεν, οὃς oi πρότερον Κέλτας ὠνόμαζον - ἀπὸ τούτων δ᾽ οἶμαι χαὶ τοὺς σύμπαντας Γαλάτας Κελτοὺς ὑπὸ τῶν Ἑλλήνων προσαγορευθῆναι διὰ τὴν ἐπιφάνειαν, ἢ χαὶ προσλαῤόντων πρὸς τοῦτο χαὶ τῶν Μασσαλιωτῶν διὰ τὸ πλησιόχωρον.

Il, 1. Ἑξῆς δὲ περὶ τῶν ᾿Αχυϊτανῶν λεχτέον καὶ τῶν προσωρισμένων αὐτοῖς ἐθνῶν τετταρεσχαίδεχα Γαλατικῶν τῶν μεταξὺ τοῦ Γαρούνα χατοιχκούντων χαὶ τοῦ Λίγερος, ὧν ἔνια ἐπιλαμόάνει καὶ τῆς τοῦ Ῥοδανοῦ ποταμίας χαὶ τῶν πεδίων τῶν χατὰ τὴν Ναρόωνῖτιν. ᾿Απλῶς γὰρ εἰπεῖν οἱ ᾿Αχυϊτανοὶ διαφέρουσι τοῦ Γαλατικοῦ φύλου χατά τε τὰς τῶν σωμάτων χατασχευὰς χαὶ χατὰ τὴν γλῶτταν, ἐοίκασι. δὲ μᾶλλον Ἴδηρσιν᾽. Ὁρίζονται δὲ τῷ Γαρούνᾳ ποταμῷ

Page 1