‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 88 sur 303 · Couéron · texte numérisé non relu

Couéron

112% ΣΤΡΑΒΩΝΟΣ BIBA. A.

ταύτῃ, Πυθέας δ᾽ ἐθάρρησε τοσαῦτα ψεύσασθαι. Τῶν δὲ Σαντόνων πόλις ἐστὶ Μεδιολάνιον. Ἔστι δ᾽ ἡ μὲν παρωχεανῖτις τῶν ᾿Αχυϊτανῶν ἀμμώδης ἡ πλείστη χαὶ λεπτὴ, χέγχρῳ τρέφουσα, τοῖς δὲ ἄλλοις χαρποῖς ἀφορωτέρα. Ἐνταῦθα δ᾽ ἐστὶ καὶ ὁ χόλπος ὁ ποιῶν τὸν ἰσθμὸν πρὸς τὸν ἐν τὴ Ναρθωνίτιδι παραλίᾳ Γαλατικὸν χόλπον, ὁμώγυμος ἐχείνῳ χαὶ αὐτός. Ἔχουσι δὲ Τάρδελλοι τὸν χόλπον, παρ᾽ οἷς ἐστι τὰ χρυσεῖα σπουδαιότατα πάντων * ἐν γὰρ βόθροις ὀρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται χαὶ χειροπληθεῖς χρυσίου πλάκες ἔσθ᾽ ὅτε μιχρᾶς ἀποχαθάρσεως δεόμεναι. Τὸ δὲ λοιπὸν ψῆγμά ἐστι χαὶ βῶλοι, χαὶ αὗται xatepyaσίαν οὐ πολλὴν ἔχουσαι. Ἢ δὲ μεσόγειος χαὶ ὀρεινὴ βελτίω γῆν ἔχει, πρὸς μὲν τῇ Πυρήνῃ τὴν τῶν Κωνουενῶν', ὅ ἐστι Συνηλύδων", ἐν ἧ πόλις Λούγδουνον καὶ τὰ τῶν Ὀνησιῶν" θερμὰ χάλλιστα ποτιμωτάτου ὕδατος - χαλὴ δὲ χαὶ ἡ τῶν Αὐσχίων“.

Page 1