‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 3)Chapitre 114 sur 234 · Ném · texte numérisé non relu

Ném

186 IAYYANIOY EAAAAOZ IIEPIHT,. I’, OKIKON ΚΓ΄. ὑπόσχεσις ἐπήγειρε τὸν Βρέννον : nai ᾿Αχιχώριον μὲν χατέλιπεν ἐπὶ τῇ στρατιᾷ, προειπὼν, ἐπειδὰν περιλάδωσιν αὐτοὶ τὸ Ἑλληνιχὸν, τηνικαῦτα χαὶ ἐκείνοις ἐφόδου καιρὸν εἶναι * ἀπολέξας δὲ αὐτὸς μυριάδας τοῦ στρατοῦ τέσσαρας, ἐποιεῖτο τὴν ὁδὸν διὰ τῆς ἀτραποῦ.

11, (Sylb., p. 652.) Καί πως ἐπ᾽ ἐχείνης συνέδαινε τῆς ἡμέρας, τήν τε ὁμίχλην χατὰ τοῦ ὄρους χαταχεῖσθαι πολλὴν χαὶ ἀμαυρὸν ἀπ᾽’ αὐτῆς εἶναι τὸν ἥλιον, ὥστε τῶν Φωχέων τοῖς ἔχουσιν ἐπὶ τῇ ἀτραπῷ τὴν φρουρὰν οὐ πρότερον ἐπιόντες οἱ βάρθαροι παρέσχοντο αἴσθησιν, πρινὴ πλησίον ἐγεγόνεσαν!. Ἐνταῦθα δὲ οἱ μὲν μάχης ἦρχον, οἱ δὲ ἠμύνοντο ἐρρωμένως, τέλος δὲ ἐδιάσθησαν, καὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἀτραποῦ ᾿" χαταδραμόντες μέν τοι παρὰ τοὺς συμμάχους χαὶ ἀπαγγείλαντες τὰ παρόντα ἔφθησαν, πρινὴ ἀχριθὴ nai πανταχόθεν τελέαν γενέσθαι τοῦ Ἕλλης νιχοῦ τὴν χύχλωσιν.

Page 1