Voir cette réponse dans César, ἐδέά., XxxxXvI
24h AIQNOS POMAIK. ISTOP. BIBA. AH".
XXXV. Κἀν τούτῳ στρατιῶται, ἀγγελίας ἐλθούσης ὅτι τε ὃ ᾿Αριοούιστος ἰσχυρῶς παρασχευάζεται, χαὶ ὅτι χαὶ ἕτεροι τῶν Κελτῶν πολλοὶ οἱ μὲν διαδεδήκασιν ἤδη τὸν Ῥῆνον ὡς ἐπὶ βοήθειαν αὐτοῦ, οἱ δὲ χαὶ ἐπ᾽ αὐτῷ τῷ ποταμῷ συνειλέχαται“, ὅπως ἐξαίφνης σφίσιν ἐπίθωνται, δεινῶς ἡθύμησαν - τά τε γὰρ μεγέθη αὐτῶν χαὶ τὸ πλῆθος τό τε θράσος καὶ τὰς ἀπ᾽ αὐτοῦ προχείρους ἀπειλὰς ἐκπλαγέντες, οὕτω διετέθησαν ὡς μηδὲ πρὸς ἀνθρώπους τινάς, ἀλλὰ πρὸς θηρία ἄπορα " καὶ ἄγρια προσοισό-μενοι. Καὶ ἐθρύλουν ὅτι πόλεμον οὔτε προσήχοντα οὔτε ἐψηφισμένον διὰ τὴν ἰδίαν τοῦ Καίσαρος φιλοτιμίαν ἀναιροῖντο 5, χαὶ προσεπηπείλουν ἐγχαταλείψειν αὐτόν; ἂν μὴ μεταθάληται. Μαθὼν οὖν ταῦτ᾽ ἐχεῖνος τῷ μὲν πλήθει τῶν στρατιωτῶν οὐδὲν διελέξατο, οὔτε γὰρ χαλὸν ἐνόμιζεν εἶναι τοιαῦτα πρὸς πολλοὺς λέγειν, χαὶ ταῦτ᾽ ἐς τοὺς πολεμίους μέλλοντα ἐχφοιτήσειν, Ka ἔδεισε μή πως ἀπειθήσαντες θορυδήσωσι χαὶ xaxôv τι ἐξεργάσωνται, τοὺς δὲ δὴ ὑπάρχους χαὶ τοὺς ὑπομείονας ἀθροίσας τοιάδε ἐν αὐτοῖς ἔλεξεν.