XXI. ΣΤΡΑΤΟΝΙΚΗ
Παρέσχε δὲ ἡ Γαλατία χαὶ Στρατονίχην, τὴν Anioτάρου, καὶ Χιομάραν, τὴν Ὀρτιάγοντος, ἀξίας μνήμης γυναῖχας - ἡ μὲν οὖν Στρατονίκη δεόμενον γνησίων παίδων ἐπὶ διαδοχῇ τῆς βασιλείας ἐπισταμένη τὸν ἄνδρα, μὴ τίχτουσα δ᾽ αὐτὴ συνέπεισεν ἐξ ἑτέρας γυναικὸς παιδοποιησάμενον αὐτῇ τὸ παιδίον περιϊδεῖν ὑποδαλλόμενον". Τοῦ δὲ Δηϊοτάρου τὴν τε γνώμην θαυμάσαντος, χαὶ πᾶν ἐπ᾿ αὐτῇ ποιησαμένου, παρθένον εὐπρεπῆ παρασχευάσασα τῶν αἰχμαλώτων, ὄνομα ᾿λέχτραν, συνεῖρξε τῷ Anioτάρῳ, χαὶ τοὺς γενομένους παῖδας, ὥσπερ γνησίους αὐτῆς, ἔθρεψε φιλοστόργως χαὶ μεγαλοπρεπῶς.
1. Sic Froben., Wech., Dübner. L'édit. Tauchnitz, ὑπερδαλλόμενον.