‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 4)Chapitre 72 sur 334 · Comme propriétés de l'État · texte numérisé non relu

Comme propriétés de l'État

3. lei Plutarque semble traduire Gicéron, Divin. I, 17.—Cf. A. Gell., V, 8.

92 IIAOYTAPXOY KAMIAA. M.

XL. (Wech., p. 150.) Ὑπολειπομένης δὲ τῆς περὶ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν φιλονεικίας, ὃ δὴ χαλεπώτατον τῆς στάσεως ἦν χαὶ πρῶτον ἦρξε καὶ πλεῖστα πράγματα τῇ βουλῇ παρέσχε διαφερομένῃ πρὸς τὸν δῆμον, ἀγγελίαι προσέπεσον σαφεῖς", Κελτοὺς αὖθις ἀπὸ τῆς ᾿Αδριατικῆς ἄραντας θαλάσσης μυριάσι πολλαῖς " ἐπὶ τὴν Ῥώμην ἐλαύνειν. Ἅμα δὲ τῷ λόγῳ χαὶ τὰ ἔργα τοῦ πολέμου παρῆν, πορθουμένης τῆς χώρας καὶ τῶν ἀνθρώπων, ὅσοις μὴ ῥάδιον ἦν εἰς τὴν Ῥώμην καταφυγεῖν, ἀνὰ τὰ ὄρη σχεδαννυμένων. Οὗτος ὁ pé6oc κατέπαυσε τὴν στάσιν, χαὶ συνελθόντες εἰς ταὐτὸ τοῖς πολλοῖς οἱ χράτιστοι χαὶ τῇ βουλῇ τὸ δημοτικὸν" εἵλοντο πάντες ἐχ μιᾶς γνώμης δικτάτωρα τὸ πέμπτον τὸν Κάμιλλον. Ὁ δ᾽ ἦν μὲν σφόδρα γέρων χαὶ μικρὸν ἀπέλειπεν ὀγδοήκοντα ἔτη γεγονέναι * συνορῶν δὲ τὴν ἀνάγκην καὶ τὸν χίνδυνον, οὔτε ὑποτίμησιν εἰπών, ὡς πρότερον, οὔτε προφάσει χρησάμενος, ἀλλ᾽ αὐτόθεν ὑποστὰς τὴν στρατηγίαν κατέλεγε τοὺς μαχησομένους. Εἰδὼς δὲ τῆς τῶν βαρόάρων ἀλκῆς τὴν βιαιοτάτην ἐν ταῖς μαχαίραις οὖσαν, ἃς βαρόαριχῶς χαὶ σὺν οὐδεμίᾳ τέχνῃ καταφέροντες, ὥμους μάλιστα χαὶ χεφαλὰς διέχοπτον, ἐχαλχεύσατο μὲν χράνη τοῖς πλείστοις ὁλοσίδηρα χαὶ λεῖα ταῖς περιφερείαις, ὡς ἀπολισθαίνειν ἢ χατάγνυσθαι τὰς μαχαίρας * τοῖς δὲ θυρεοῖς χύχλῳ περι-

1. Vulg. ὑπεφαίνετο, corrigé d’après le Parisin. 1673, le Vulcob., etc.

Page 1