‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 5)Chapitre 153 sur 195 · Impérial · texte numérisé non relu

Impérial

ἐχείνοις βασιλείαν λαχόντες, οὔτε λόγους εὕρισχον, οἷς πείσουσιν, οὔτε ὅπλων ἰσχὺν, οἷς ἀναγχάσουσιν' ἠρεμεῖν : ἀλλ᾽ ἔδει προσιδρυμένους συνεχῶς νύχτα χαὶ ἡμέραν ταῖς ἐχδρομαῖς ἀπαντᾶν * χαὶ μήτε σῖτον ἔξω τῶν ὅπλων αἱρεῖσθαι μήτε τὸ χράνος ἀποθεμένους ἐπ’ ἀδείας ἀναπαύεσθαι, ἀλλὰ μονονουχὶ τὴ σχευῇ συμπεφυχότας σιδηροφορεῖν χατὰ τοὺς παλαιοὺς ᾿Αχαρνᾶνας. Καὶ ταὐτὸ συνέδαινεν, ὅπερ ἐπὶ τῶν προδόλων, ἐπειδὰν ἡ θάλαττα ποιχίλοις ἔλαυνομένη πνεύμασιν εἰς συνέχειαν ἐγείρηται χυμάτων. “Ὥσπερ γὰρ ἐχεῖ πρὶν χαθαρῶς τὸ πρῶτον χῦμα περὶ τοὺς προθόλους ῥαγῆναι, τὸ δεύτερον ἐγχαταλαμ.δάνει, ai τὸ τρίτον αὖθις, χαὶ τοῦτο διατελεῖ γιγνόμενον, ἕως ἂν λήξῃ, τὰ πνεύματα - οὕτω δὴ χαὶ τὰ τῶν Φραχτῶν γένη τῷ τῶν πολεμικῶν ἔρωτι πρὸς μανίαν χινούμενοι, πυχνὰς ἐποιοῦντο τὰς προσδολὰς, καὶ πρὶν τὴν πρώτην ἱκανῶς ἀποχρουσθῆναι φάλαγγα, δεύτερος στρατηγὸς ἐπέπιπτεν. ᾿Αλλ᾽ ἔδει χαὶ τὰ τούτων ποτὲ λῆξαι χύματα, καὶ στῆναι τὴν χίνησιν βεῤαίως. ᾿Εφάνη γὰρ βασιλεὺς, ὃς τὸν ἀχόρεστον ἐχείνοις τῶν πολεμικῶν ἔρωτα πρὸς εἰρήνης ἐπιθυμίαν ἔτρεψε * χατ᾽ ἄλλο μὲν οὐδὲν, μείζω δὲ τῆς ἐχείνων περὶ τὰς μάχας προθυμίας τὴν οἰχείαν προδείξας. Οὔχουν εἰς πεῖραν χειρῶν ἐλθεῖν ὑπέμειναν, ἀλλ᾽ ἤρκεσεν ὁ φόθδος τὰ τῆς πείρας ἐργάσαοσθαι : χαὶ δεξιὰς εἰς μὲν δορατίων ἄφεσιν οὐχ ἀνέτειναν, εἰς δὲ συνθηκῶν αἴτησιν προὔτειναν. Τεχμιήριον δὲ - ἐδέἕαντο παρ᾽ ἡμῶν ἄρχοντας, ὥσπερ ἐπόπτας τῶν δρωμένων, χαὶ τὴν θηριώδη λύσσαν ἐχύαλόντες, λογισμοὺς

Page 1