Gaulois. — 8. An de Rome 535, av. J.-C
264 TIOAYBIOY ISTOPIQN E.
na” ὃν ᾿Αχαιὸς ἐποιεῖτο τὴν ἐπὶ τοὺς Σελγεῖς στρατείαν, ἤλτταλος, ἔχων τοὺς Αἰγοσάγας᾽ Γαλάτας, ἐπεπορεύετο τὰς χατὰ τὴν Αἰολίδα πόλεις, χαὶ τὰς συνεχεῖς ταύταις, ὅσαι πρότερον ᾿Αχαιῷ προσεχεχωρήχεισαν διὰ τὸν φόθον...... LXXVII. Οὗ γενομένης ἐχλείψεως σελήνης, πάλαι δυσχερῶς φέροντες οἱ Γαλάται τὰς ἐν ταῖς πορείαις χαχοπαθείας, ἅτε ποιούμενοι τὴν στρατείαν μετὰ γυναικῶν χαὶ τέχνων, ἐπομένων αὐτοῖς τούτων ἐν ταῖς ἁμάξαις " +, τότε σημειωσάμενοι τὸ γεγονὸς, οὐχ ἂν ἔφασαν ἔτι προελθεῖν εἰς τὸ πρόσθεν. Ὁ δὲ βασιλεὺς [λτταλος, χρείαν μὲν ἐξ αὐτῶν οὐδεμίαν δλοσχερὴ χομιζόμενος, θεωρῶν δ᾽ ἀποσπωμένους (Cas., p. 2.) ἐν ταῖς πορείαις, nai χαθ᾽ ἑαυτοὺς στρατοπεδεύοντας, χαὶ τὸ ὅλον ἀπειθοῦντας χαὶ πεφρονηματισμένους, εἰς ἀμηχανίαν ἐνέπιπτεν οὐ τὴν τυχοῦσαν: Ἅμα μὲν γὰρ ἠγωνία, μὴ πρὸς τὸν ᾿Αχαιὸν ἀπονεύσαντες συνεπίθωνται τοῖς αὐτοῦ Rp Tant ἅμα δ᾽ ὑφεωρᾶτο τὴν ἐξαχολουθοῦσαν" αὐτῷ φήμην, ἐὰν περιστήσας τοὺς στρατιώτας διαφθείρῃ πάντας τοὺς δοκοῦντας διὰ τῆς ἰδίας πίστεως πεποιῆσθαι τὴν εἰς τὴν ᾿Ασίαν διάθασιν. Διὸ τῆς προειρημένης ἀφορμῆς ἐπιλαθόμενος", ἐπηγγείλατο, χατὰ μὲν τὸ παρὸν ἀποχαταστήσειν αὐτοὺς πρὸς τὴν διάῤδασιν, καὶ τόπον δώσειν εὐφυὴ πρὸς χατοιχίαν : μετὰ δὲ ταῦτα συμπράξειν εἰς ὁπόσα ἂν αὐτὸν παραχαλῶσι τῶν δυνατῶν χαὶ χαλῶς ἐχόντων. "Attahos μὲν οὖν, ἀποχαταστήσας τοὺς Αἰγοσάγας" εἰς τὸν Ἑλλήσποντον,
1. Schweigh. écrit, d’après une conject. de Casaubon, Τεχτοσάγας, et de même au ch. suivant. — Il regarde toutefois (V. sa note t. VI, p. 249) comme téméraire le changement qu'il ἃ introduit dans le texte, et pense qu'il faut y maintenir provisoirement le mot Aiyoo&yas donné par les mss. — 2. Sic vulg. Schweigh., qui garde cette lecon, déclare qu’il préférerait écrire avec Casaubon ἐξαχολουθήσουσαν. — 3. Sic le Florent., Schweigh. λαδόμιενος. — 4. Ici comme plus haut, Schweigh., Τεχτοσάγας, avec la même réserve dans son commentaire. Casaubon écrit toujours Αἰγοσάγας.