‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules;Chapitre 210 sur 385 · An de R. 600, av. J.-C · texte numérisé non relu

An de R. 600, av. J.-C

312 ᾿ς JIOAYBIOY ΙΣΤΟΡΙΩΝ Ar.

χαὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν, πρόσεσχον τῆς Ὀξυέόίων χώρας χατὰ πόλιν Αἴγιτναν". Οἱ δὲ Λιγυστινοὶ ; προαχηχοότες, ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορχίαν, τοὺς μὲν ἄλλους ἔτι χαθορμιζομένους ἔπελ-θόντες ἐκώλυσαν τῆς ἀναδάσεως - τὸν δὲ Φλαμίνιον χαταλαθόντες ἀποδεθδηκότα χαὶ τὰς ἀποσχευὰς ἀποτεθειμένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν (Cas., p. 968.) ἐκ τῆς χώρας ἀπολύεσθαι * τοῦ δὲ παραχούοντος, ἤρξαντο τὰ σχεήη διαρπάζειν. Τῶν δὲ παίδων χαὶ ἀπελευθέρων ἀντιποιουμένων χαὶ κωλυόντων, ἀπεύιάζοντο χαὶ προσέφερον τούτοις τὰς χεῖρας. Ἔν ᾧ χαιρῷ χαὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν χατέτρωσαν, δύω δὲ τῶν οἰχετῶν xatébahov, τοὺς δὲ λοιποὺς χατεδίωξαν εἰς τὴν ναῦν, ὥστε τὸν Φλαμίνιον, μόγις ἀποκόψαντα τάπόγαια χαὶ τὰς ἀγχύρας, διαφυγεῖν τὸν χίνδυνον. Οὗτος μὲν ἀποχομισθεὶς εἰς Μασσαλίαν, ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας. Ἧ δὲ σύγχλητος πυθομένη τὰ. γεγονότα, παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόϊντον ᾿Οπίμιον ἐξαπέστειλε μετὰ δυνάμεως, πολεμήσοντα τοῖς Ὀξυθίοις χαὶ Δεχιήταις.

VIII. Ὁ δὲ Κόϊντος, συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλαχεντίνων πόλιν, χαὶ ποιησάμενος τὴν πόρειαν διὰ τῶν ᾿Απεννίνων ὀρῶν, ἧχεν εἰς τοὺς ᾿Οξυδίους. Στρατοπεδεύσας δὲ παρὰ τὸν ᾿Απρωνα" ποταμὸν, ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς ἀθροίζεσθαι, χαὶ προθύ-μοὺς εἶναι πρὸς τὸ προχινδυνεύειν. Καὶ προσαγαγὼν τὴν στρατιὰν ὃ Κόϊντος πρὸς τὴν Αἴγιτναν, ἐν ἣ συνέθη τοὺς

1. Le ms. d’Orsini donne ici αἰγιαλὸν : corrigé d’après le mot Αἴγιτναν qui se trouve plus bas.

Page 1