‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules;Chapitre 251 sur 385 · Bacchus. — 2. Hercule · texte numérisé non relu

Bacchus. — 2. Hercule

3. Cette description de la Bretagne est en partie empruntée à César, G. G., V, 12 et suiv. : Insula natura triquetra, cujus unum latus est contra Galliam, etc.

366 | AIOA@POY BIBA. E:

λειπόμενον ἀνήκειν μὲν ἱστοροῦσιν εἰς τὸ πέλαγος, ὀνομάζεσθαι δ᾽ Ὄρχαν". Τῶν δὲ πλευρῶν τὴν μὲν ἐλαχίστην εἶναι σταδίων ἑπταχισχιλίων πενταχοσίων, παρήκουσαν παρὰ τὴν Εὐρώπην, τὴν δὲ δευτέραν τὴν ἀπὸ τοῦ πορθμοῦ πρὸς τὴν χορυφὴν ἀνήκουσαν σταδίων μυρίων πενταχισχιλίων, τὴν δὲ λοιπὴν σταδίων δισμυρίων, ὥστε τὴν πᾶσαν εἶναι τῆς νήσου περιφορὰν σταδίων τετρακισμυρίων δισχιλίων πενταχοσίων. Κατοιχεῖν δέ φασι τὴν Βρεττανικὴν αὐτόχθονα" γένη καὶ τὸν παλαιὸν βίον ταῖς ἀγωγαῖς διατηροῦντα. (Rhod., p. 301.) ἽἌρμασι μὲν γὰρ κατὰ τοὺς πολέμους χρῶνται, χαθάπερ οἱ παλαιοὶ τῶν ᾿Ελλήνων ἥρωες ἐν τῷ Τρωικῷ πολέμῳ χεχρῆσθαι παραδέδονται, χαὶ τὰς οἰκήσεις εὐτελεῖς ἔχουσιν, ἐκ τῶν χαλάμων ἢ ξύλων κατὰ τὸ πλεῖστον συγκειμένας - τήν τε συναγωγὴν τῶν σιτιχῶν χαρπῶν ποιοῦνται τοὺς στάχυς αὐτοὺς ἀποτέμνοντες χαὶ θησαυρίζοντες εἰς τὰς καταστέγους " οἰχήσεις * x δὲ τούτων τοὺς παλαιοὺς στάχυς καθ᾽ ἡμέραν τίλλειν, χαὶ χατεργαζομένους ἔχειν τὴν τροφήν. “Τοῖς δ᾽ ἤθεσιν ἁπλοῦς εἶναι χαὶ πολὺ κεχωρισμένους τῆς τῶν νῦν ἀνθρώπων ἀγχινοίας καὶ πονηρίας. Τάς τε διαίτας εὐτελεῖς ἔχειν καὶ τῆς ἐκ τοῦ πλούτου γεννωμένης τρυφῆς πολὺ διαλλαττούσας. Εἶναι δὲ χαὶ πολυάνθρωπον τὴν νῆσον, χαὶ τὴν τοῦ ἀέρος ἔχειν διάθεσιν παντελῶς χατεψυγμένην, ὡς ἂν ὑπ᾽ αὐτὴν τὴν ἄρχτον χειμένην. Βασιλεῖς δὲ χαὶ δυνάστας πολλοὺς ἔχειν, χαὶ πρὸς ἀλλήλους κατὰ τὸ πλεῖστον εἰρη» γιχῶς διαχεῖσθαι".

Page 1