Les Illyriens. — 2. L'Élide
L6 IHOAYBIOY IXTOPION B.
ἀρχὴν ἐξέπεσον ἐκ τῆς ἰδίας, συνδραμόντων ἐπ᾽ αὐτούς τῶν ὁμοεθνῶν, διὰ τὸ παρασπονδῆσαι τοὺς αὑτῶν οἰχείους χαὶ συγγενεῖς : ὑποδεξαμένων γε μὴν αὐτοὺς Καρχηδονίων διὰ τὸ χατεπείγεσθαι πολέμῳ, τὸ μὲν πρῶτον, γένομένης τινὸς ἀντιρρήσεως τοῖς ᾿στρατιώταις πρὸς “τοὺς στρατηγοὺς ὑπὲρ ὀψωνίων, ἐξ αὐτῆς ἐπεδάλοντο" διαρπάζειν τὴν τῶν ri ΘΡΉΝΩΝ πόλιν, φυλαχῆῇς χάριν Hess εἰς αὐτήν, ὄντες τότε πλείους τῶν τρισχιλίων * μετὰ δὲ ταῦτα παρεισαγαγόντων" αὐτοὺς πάλιν εἰς Ἔρυχα τῆς αὐτῆς χρείας ἕνεχεν, πολιορχούντων τὴν πόλιν Ρωμαίων, ἐπεχείρησαν μὲν χαὶ τὴν πόλιν χαὶ τοὺς συμπολιορχουμένους προδοῦναι + τῆς δὲ πράξεως τἀύτης ἀπὸτυχόντες ηὐτομόλησαν πρὸς τοὺς πολεμίους - παρ᾽ οἷς πιστευθέντες πάλιν ἐσύλησαν τὸ τῆς ᾿Αφροδίτης τῆς Ἐρυχίνης ἱερόν. Διὸ" σαφῶς ἐπεγνωχότες Ῥωμαῖοι τὴν ἀσέῤειαν αὐτῶν, ἅμα τῷ διαλύσασθαι τὸν πρὸς Καρχηδονίους πόλεμον οὐδὲν ἐποιήσαντο προυργιαίτερον τοῦ παροπλίσαντας (Cas., p. 96.) αὐτοὺς ἐμδαλεῖν εἰς πλοῖα χαὶ τῆς Ἰταλίας πάσης ἐξορίστους καταστῆσαι. "OS Ἠπειρῶται τῆς δημοχρατίας καὶ τῶν νόμων φύλαχας ποιησάμενοι, χαὶ τὴν εὐδαιμονεστάτην πόλιν ἐγχειρίσαντες, πῶς οὐχ ἂν εἰχότως φανείησαν αὐτοὶ τῶν ne ἃ μάτων αὑτοῖς αἴτιοι γεγονότες.
ΧΙΠ. (Cas., p. 101.}..... Αὐτόθεν μὲν οὖν ἐπιτάττειν À πολεμεῖν οὐκ ἐτόλμων (οἱ Ῥωμαῖοι) τοῖς Kapynδονίοις διὰ τὸ τὸν ἀπὸ τῶν Κελτῶν φόῤον ἐπιχρέμασθαι τοῖς σφετέροις πράγμασι καὶ μόνον οὐ καθ᾽ ἑχάστην ἡμέ-
1. Id. ὑπεδάλοντο; corrigé par Schweighæuser. 2. Id. παρεισαγόντων.