IT
82 IIOAYBIOY IETOPIQN B.
μενα στρατόπεδα τῆς χώρας ταῦτα ἦν. Ἐν δὲ τῇ Ῥώμῃ διέτριόον ἡτοιμασμένοι χάριν τῶν συμιόαινόντων ἐν τοῖς πολέμοις, ἐφεδρείας ἔχοντες τάξιν, Ῥωμαίων μὲν αὐτῶν πεζοὶ δισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς χίλιοι χαὶ πενταχόσιοι, τῶν δὲ συμμάχων πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δ᾽ ἱππεῖς. Καταγραφαὶ δὲ ἀνηνέχθησαν Λατίνων μὲν ὀχτακισμύριοι πεζοί, πεντακισχίλιοι δ᾽ ἱππεῖς, Σαυνιτῶν δὲ πεζοὶ μὲν ἑπταχισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς ἑπταχισχίλιοι, χαὶ μὴν ᾿Ιαπύγων χαὶ Μεσσαπίων συνάμφω πεζῶν μὲν πέντε μυριάδες, ἱππεῖς δὲ μύριοι σὺν ἑξαχισχιλίοις, Λευκανῶν δὲ πεζοὶ (Cas., p. 113.) μὲν τρισμύρῖοι, τρισχίλιοι δ᾽ ἱππεῖς, Μαρσῶν δὲ καὶ Μαρρουχίνων χαὶ Dpevraväv!, ἔτι δὲ Οὐεστίνων, πεζοὶ μὲν δισμύριοι, τετραχισχίλιοι δ᾽ ἱππεῖς. Ἔτι γε μὴν καὶ ἐν Σικελίᾳ χαὶ Τάραντι στρατόπεδα δύο παρεφήδρευεν, ὧν ἑκάτερον ἦν ἀνὰ τετραχισχιλίους χαὶ διαχοσίους πεζούς, ἱππεῖς δὲ διακοσίους. Ῥωμαίων δὲ χαὶ Καμπανῶν ἡ πληθὺς πεζῶν μὲν εἰς εἴχοσι χαὶ πέντε χατελέχθησαν μυριάδες, ἱππέων δὲ ἐπὶ ταῖς δύο μυριάσιν ἐπῆσαν ἔτι τρεῖς χιλιάδες. “Ὥστ᾽ εἶναι τὸ χεφάλαιον τῶν μὲν προχαθημένων τῆς Ῥώμης δυνάμεων πεζοὶ μὲν ὑπὲρ πεντεχαίδεχα μυριάδες, ἱππεῖς δὲ πρὸς ἑξαχισχιλίους, τὸ δὲ σύμπαν πλῆθος τῶν δυναμένων ὅπλα βαστάζειν, αὐτῶν τε Ρωμαίων χαὶ τῶν συμ-. μάχων, πεζῶν μὲν ὑπὲρ τὰς ἑόδομήχοντα μυριάδας, ἱππέων δὲ εἰς ἑπτὰ μυριάδες". Ἐφ᾽ où ᾿Αννίόας ἐλάττους, ἔχων δισμυρίων ἐπέῤαλεν εἰς τὴν Ἰταλίαν..... «-