VITA 8. LUCAE STYLITAE
µακαριότητος ἐπαρθεὶς ὑποσυρῇ, διαλαθὼν πάντας νύκτωρ ἀνεχώρησεν ἐκεῖθεν λάθρᾳ καὶ πρὸς τὰ µέρη τοῦ. Κοτυαῖου!' οὕτω καλουµένου τόπου 3 παρεχένετο. Ἔνθα καταντήσας ἔν τινι χωρίῳ καλουμένῳ Λαγαίνη μετὰ τῶν οἰκητόρων ἐπὶ µισθώματί τινι βόσκειν χοίρους συνεφώνησεν. Καὶ τοῦτο ποιῶν ἐπὶ χρόνους δύο διετέλε- 5 σεν, τῆς αὐτῆς ἀμετατρέπτου καὶ ἀπαρατρώτου πολιτείας ἐχόμεvos. "Απερ δὲ πρὸς διατροφὴν αὐτοῦ παρὰ τῶν ἀγροίκων ἐκείνων ἐλάμβανεν, ἔτι δὲ καὶ τὸ τοῦ μισθοῦ αὐτοῦ συμπεφωνηµένον ποσόν, πορευόµενος παρὰ τὴν δηµοσίαν ὁδὸν ἐν τῷ νέµειν αὐτὸν τὰ ζῴα πλησιέστερον 3, πάντα διεδίδου τοῖς ἐνδεέσι, τοῖς διὰ τῆς 10 αὐτῆς ὁδοῦ διερχοµένοις.
40. Ἐν τούτοις διέτους ἤδη συντελέσαντος χρόνου, πρὸς τὴν ἰδίαν αὖθις ὑπέστρεψε πατρίδα. Ἐν ἡ παραγενόµενος, ἀπελθὼν ἔν τινι πλησιάζοντι ὄρει σπήλαιον ἑαυτῷ διώρυξε σκοτεινόν, ἐν ᾧ καταµόνας εἰσελθὼν καὶ ἐγκατάκλειστον ἑαυτὸν ποιησάµενος, 15 ἐπὶ χρόνους δύο καὶ µῆνας ἓξ ἀπρόϊῖτος τὸ παράπαν ἡσυχάζων διετέλεσεν. Ἔνθα καὶ πόλεμος αὐτῷ παρὰ τῶν δαιμόνων ἀγερριπίσθη χαλεπώτατος. Ἐπὶ χρόνον γὰρ ἐνιαύσιον ἑκάστης νυκτὸς οἱ τοῦ σκότους προστάται δύο κατὰ ταὐτὸν καθάπερ τινὲς κύνες µέλανες καὶ θηριώδεις, καθὸ θέμις αὐτοῖς, ἐδόκουν ἐπιτρέχειν καὶ2ο προσεπεµβαίνειν αὐτῷ, τῷ στόµατι µεγάλα περιχαίνειν ἐπιτηδεύοντες καὶ ὡς πρὸς κατάποσιν κατάγειν τοῦτον ὁλόκληρον δῆθεν δοκιµάζοντες, ὁ μὲν ἀπὸ κεφαλῆς ἐφιστάμενος, ὁ À ἕτερος ἐκ ποδῶν παρεπόµενος. Οὓς TA τῶν εὐχῶν παντευχίᾳ καὶ τῇ τοῦ σταυροῦ πανοπλίᾳ κατατροπούµενος ἀπετρέπετο. Μετὰ δὲ τὴν25. ἐκείνου τοῦ χρόνου παρολκὴν τῆς τοιαύτης ἀποστάντες ἐνέδρας οἱ κυνῶν dypiwv ἀγριώτεροι θῆρες καὶ ληστῶν ἀνδροφόνων ὠμότεροι, πάλιν ἐπ᾽ ἄλλον μηχανῆς τρόπον µεταβαίνουσιν * ῥᾷον γὰρ dei τοῖς τῆς πονηρίας πνεύµασιν αἱ πρὸς ἐπιβόλὴν ' ἀνθρώ- TWV µεταβολαί τε καὶ προσβολαί. Φθειρῶν τοιγαροῦν σαρκοβόρων 30 πληθὺν ἄπειρον προσεπιφυῆναι καθ᾽ ὅλου τοῦ σαρκίου τοῦ µακαρίτου παρασκευάζουσιν ἐπὶ τοσοῦτον, ὥστε ταύτας, μὴ δυνατὸν ἄλλως πως ἀποβάλλειν À ἀποτρέπειν πλῆθος πολυάριθµον, ἀποξέειν "ἐξ οὗ καὶ πληγὰς ὁυσφορήτους ἐγγενέσθαι τῷ τούτου συµβέβηκε σώματι παραπλησίως τῷ τοῦ Ἰὼβ πονηρῷ ἕλκειΣ τὸν 35
9. — 1 Α,Τοτταίου legendum existimat V, Échos d'Orient, XIII, 142 ; cf. Ramsay, Historical Geography of Asia Minor, 181-240. —? corr. υ in ras. À. — 5 πλησιαίστερον cor. εχ πλησιαίτερον À.