‹ Évangiles apocryphesChapitre 146 sur 192 · ÉVANGILE DE THOMAS, XVI, 4-2 — XVII · texte numérisé non relu

ÉVANGILE DE THOMAS, XVI, 4-2 — XVII

1. Ἔπεμψε δὲ Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ τὸν Ἰάχωθον τοῦ δῆσαι: ξύλα al φέρειν εἰς τὸν οἶκον αὐτοῦ" ἠχολούθει δὲ χαὶ τὸ παιδίον ᾿Τησοῦς αὐτῷ. Καὶ συλλέγοντος τοῦ Ἰαχώδου τὰ φρύγανα, ἔχιδνα ἔδαχε τὴν χεῖραν Ἰαχώ-

Gou.

2. Kai χατατειναμένου αὐτοῦ χαὶ ἀπολλυμένου προσήγγισεν ὁ Ἰησοῦς καὶ χατεφύσησε τὸ δῆγμα" καὶ εὐθέως ἐπαύσατο ὁ πόνος, καὶ τὸ θηρίον ἐρράγη, χαὶ παραυτὰ ἔμεινεν ὁ ᾿Ιάχωδος ὑγιής.

1. Μετὰ δὲ ταῦτα ἐν τῇ γειτονίᾳ τοῦ Ιωσὴφ νοσῶν τι νήπιον ἀπέθανεν, καὶ ἔχλαιεν ἡ μήτηρ αὐτοῦ σφόδρα. Ἤχουσε δὲ ὁ ᾿Τησοῦς ὅτι πένθος μέγα καὶ θόρυξος γίνεται, χαὶ ἔδραμε σπουδαίως" καὶ εὑρὼν τὸ παιδίον γεχρόν, χαὶ ἥψατο τοῦ στήθους αὐτοῦ καὶ εἴπεν᾽ Σοὶ λέγω, βρέφος, μὴ ἀποθάνης ἀλλὰ ζῆσον, at ἔστω μετὰ τῆς μητρός σου.

Page 1