‹ Évangiles apocryphesChapitre 51 sur 192 · X VII · texte numérisé non relu

X VII

1. Κέλευσις δὲ ἐγένετο ἀπὸ Αὐγούστου βασιλέως ἀπογράφεσθαι πάντας τοὺς ἐν Βηθλεὲμ. τῆς Ἰουδαίας [Luc, π, 1]. Καὶ εἶπεν Ἰωσήφ᾽ ᾿Εγὼ ἀπογράψομαι τοὺς υἱούς μου" ταύτην δὲ τὴν παῖδα τί ποιήσω: πῶς αὐτὴν ἀπογράψομαι; γυναῖχα ἐμήν; αἰσχύνομαι" ἀλλὰ θυγατέρα: ἀλλ᾽ οἴδασιν πάντες οἱ υἱοὶ Ἴσραὴλλ ὅτι οὐχ ἔστι μου θυγάτηρ. Αὐτὴ ἡ ἡμέρα κυρίου ποιήσει ὡς βούλεται χύριος.

2. Καὶ ἐπέστρωσεν τὴν ὄνον χαὶ ἐπεκάθισεν αὐτήν, χαὶ εἷλκεν ὁ υἱὸς αὐτοῦ, καὶ ἠκολούθει ᾿Τωσήφ. Καὶ ἤγγισὰν ἐπὶ μιλίων τοιῶν᾽ χαὶ ἐστράφη Ἰωσήφ, χαὶ εἶδεν αὐτὴν στυγνήν, καὶ εἶπεν ἐν ἑαυτῷ: Ἴδως τὸ ἐν αὐτῇ χέιμάζει αὐτὴν. Καὶ πάλιν ἐστράφη Ἰωσήφ, χαὶ εἶδεν αὖτὴν γέλῶσαν. Καὶ εἶπεν αὐτῇ" Μαριάμ,, τί σοί ἐστιν τοῦτο, ὅτι τὸ πρόσωπόν σου βλέπω ποτὲ μὲν γελῶν, ποτὲ δὲ στυγνάζον;: χαὶ εἶπε Μαριὰμ, τῷ Ἰωσήφ’ Ὅτι δύο λαοὺς [Gen., xxv, 23] βλέπω τοῖς ὀφθαλμοῖς μου, ἕνα χλαίοντα χαὶ χοπτόμενον, χαὶ ἕνα γαίροντα καὶ ἀγαλλιώμενον.

Page 1