Wissant
148 ΣΤΡΑΒΩΝΟΣ BIBA. A.
χαὶ ἀνδράποδα na χύνες εὐφυεῖς πρὸς τὰς χυνηγεσίας “((48., p. 200.) Κελτοὶ δὲ καὶ πρὸς τοὺς πολέμους χρῶνται χαὶ τούτοις χαὶ τοῖς ἐπιχωρίοις. Οἱ δὲ ἄνδρες εὐμιηχέστεροι τῶν Κελτῶν εἰσι χαὶ ἧσσον ξανθότριχες, χαυνότεροι δὲ τοῖς σώμασι. Σημεῖον δὲ τοῦ μεγέθους - ἀντίπαιδας γὰρ εἴδομεν ἡμεῖς ἐν Ῥώμῃ τῶν ὑψηλοτάτων αὐτόθι ὑπερέχοντας καὶ ἡμιποδίῳ, βλαισοὺς δὲ χαὶ τἄλλα οὐχ εὐγράμμους τῇ. συστάσει. Τὰ δ᾽ ἔθη τὰ μὲν ὅμοια τοῖς Κελτοῖς, τὰ δ᾽ ἁπλούστερα χαὶ βαρθαρώτερα, ὥστ᾽ ἐνίους γάλαχτος εὐποροῦντας μὴ τυροποιεῖν διὰ τὴν ἀπειρίαν, ἀπείρους δ᾽ εἶναι χαὶ κηπείας χαὶ ἄλλων γεωργικῶν. Δυναστεῖαι δ᾽ εἰσὶ παρ᾽ αὐτοῖς. Πρὸς δὲ τοὺς πολέμους ἀπήναις χρῶνται τὸ πλέον, χαθάπερ καὶ τῶν Κελτῶν ἔνιοι. Πόλεις δ᾽ αὐτῶν εἰσιν οἱ δρυμοί + περιφράξαντες γὰρ δένδρεσι χαταδεδλημένοις εὐρυχωρὴ χύχλον ἐνταῦθα καὶ αὐτοὶ χαλυῤοποιοῦνται χαὶ τὰ βοσχήματα κατασταθμεύουσιν οὐ πρὸς πολὺν χρόνον. πομόροι δ᾽ εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις - ἐν δὲ ταῖς αἰθρίαις ὁμίχλη χατέχει πολὺν χρόνον, ὥστε δι ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημέρίαν ὁρᾶσθαι τὸν ἥλιον. Τοῦτο δὲ χἀν τοῖς Μορίνοις συμῥαίνει χαὶ τοῖς Μεναπίοις" χαὶ ὅσοι τούτων πλη-