‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 2)Chapitre 27 sur 303 · Ouessant · texte numérisé non relu

Ouessant

32 ΣΤΡΑΒΩΝΟΣ BIBA. B.

ὃ διὰ Βυζαντίου τῷ διὰ Μασσαλίας, χαθάπερ elonxev Ἵππαρχος πιστεύσας Πυθέᾳ, ὁ δ᾽ αὐτὸς χαὶ μεσημόρινός ἐστιν ὁ διὰ Βυζαντίου τῷ διὰ Βορυσθένους, ὅπερ καὶ αὐτὸ δοχιμάζει ὃ Ἵππαρχος, δοχιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπταχοσίους, τοσοῦτοι ἂν εἶεν χαὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυσθένους παράλληλον, ὅς γε διὰ τῆς Κελτικῆς παρωχεανίτιδος ἂν εἴη “ τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῷ ὠχεανῷ. (Éd. Cas., p. 71-72.)

+ RATE ᾿Επεὶ οὖν φησιν (ὁ Ἵππαρχος) ἀπὸ τοῦ ἰσημερινοῦ τὸν διὰ Βορυσθένους διέχειν τρισμυρίους χαὶ τετραχισχιλίους σταδίους, εἶεν ἂν λοιποὶ οἱ ἀπὸ τοῦ δρίζοντος τὴν διαχεχαυμένην χαὶ τὴν εὔχρατον εἰς τὸν διὰ Βορυσθένους χαὶ τῆς Κελτικῆς παρωχεανίτιδος στάδιοι δισμύριοι πενταχισχίλιοι διακόσιοι. Ὁ δέ γε ἀπὸ τῆς Κελτικῆς πρὸς ἄρχτον πλοῦς ἔσχατος λέγεται παρὰ τοῖς νῦν ὃ ἑπὶ τὴν Ἰέρνην, ἐπέχεινα μὲν οὖσαν τῆς Βρεττανικῆς, ἀθλίως δὲ διὰ ψῦχος οἰκουμένην, ὥστε τὰ ἐπέχεινα νομίζειν ἀοίκητα. Οὐ πλέον δὲ τῆς Κελτικῆς τὴν Ἰέρνην διέχειν φασὶ τῶν πενταχισχιλίων...... (Éd. Cas., p. 72.)

A6. Tiv [ἂν] οὖν τοιαύτην εὕροις εὐδαιμονίαν περὶ ΄ Βορυσθένη χαὶ τὴν Κελτικὴν τὴν παρωχεανῖτιν ; ὅπου μιηδὲ φύεται ἄμπελος, ἢ μὴ τελεσφορεῖ..... Ὅπου οὖν οὐδὲ τοῖς ἐν Βοσπόρῳ συγχριτέον τὰ ἐν τοῖς διαριθμηθεῖσι τόποις, ἀλλ᾽ οὐδὲ τοῖς ἐν ᾿Αμισῷ καὶ Σινώπῃ (καὶ γὰρ ἐχείνων εὐχρατοτέρους ἂν εἴποι τις), σχολῇ γ᾽ ἂν παραδάλλοιντο τοῖς χατὰ Βορυσθένη nai τοῖς ἐσχάτοις Κελτοῖς. Μόλις γὰρ ἂν ταυτοχλινεῖς εἶεν τοῖς χατ᾽ ᾿Αμισὸν χαὶ Σινώπην χαὶ Βυζάντιον, χαὶ Μασσαλίαν, οἱ τοῦ Βυρυσθένους καὶ

Page 1