Comp. Gæsar, ibid., xLvirt-L
256 AIONOS PQMAIK. IETOP. BIBA. AH’.
μηδεμίαν πρὸ τῆς νέας σελήνης μάχην συνάψαι. Καὶ διὰ τοῦτο ὃ ᾿Αριοούιστος ---- πάνυ γὰρ αὐταῖς προσεῖχεν ὁπότε τοιοῦτό τι ποιήσειαν, ---- οὐχ ἁπάσῃ εὐθὺς τῇ δυνάμει, καίτοι τῶν Ῥωμαίων προχαλουμένων σφᾶς, συνέμιξεν, ἀλλὰ τοὺς ἱππέας μετὰ τῶν συντεταγμένων σφίσι πεζῶν μόνους ἐχπέμπων ἰσχυρῶς αὐτοὺς ἐλύπει. Κἀκ τούτου χαταφρογήσας χωρίον τι ὑπὲρ τοῦ ταφρεύματός σφων χαταλαβεῖν ἐπεχείρησε - χαὶ χατέσχε μὲν αὐτό. (Leuncl., p. 91.) ᾿Αντικαταλαθόντων δὲ χαὶ ἐχείνων ἕτερον ἐς μὲν μάχην, χαίπερ nai μέχρι τῆς μεσημύρίας τὸν στρατὸν ἔξω τοῦ Καίσαρος παρατάξαντος, οὐχ ὥρμησεν * ἐπαναχωρήσαντος δὲ αὐτοῦ πρὸς ἑσπέραν ἐπῆλθέ τε ἐξαπιναίως σφίσι χαὶ ὀλίγου καὶ τὸ χαράχωμα αὐτῶν εἷλε. Προχωρούντων οὖν οὕτως οἱ τῶν πραγμάτων σμιχρόν τε ἔτι τῶν γυναικῶν ἐφρόντισε", καὶ τῇ ὑστεραίᾳ παραταξαμένων τῶν Ῥωμαίων, ὅπερ που χαθ᾽ ἡμέραν ἐποιοῦντο, ἀντεπεξήγαγε.
XLIX. Καὶ αὐτοὺς ἐχεῖνοι προϊόντας ἐκ τῶν σχηνωμάτων ἰδόντες οὐχ ἡσύχασαν, ἀλλ᾽ ἐξάξαντες οὔτε συντάξασθαί σφισιν ἀχριύῶς ἐπέτρεψαν, χαὶ τὴν ἀχόντισιν αὐτῶν, ἐφ᾽ ἧ " ἐς τὰ μάλιστα ἐθάρσουν, δρόμῳ μετὰ βοῆς
1. Allusion un peu vague à une scène que rappelle Cæsar, ἐδέά., 11 : Eo (dans une enceinte formée par les voitures et les chars) mulieres imposuerant, quæ in prælium proficiscentes milites passis manibus flentes implorabant, ne se in servitutem Romanis traderent. — Cæsar, dans ce même chapitre, nomme les peuplades germaniques qui prirent part à cette bataille : Harudes, Marcomannos, Tribocos, Vangiones, Nemetes, Sedusios, Suebos.