Litt. : de porte-lance
28 ATITIIANOY POMAIKON BIBA. Δ. KEATIKH.
τῶν πρεσδευτῶν ἐπιφανεῖς ἐπάγονται". ᾿Αλλ’ ὁ μὲν, συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις, ἀπέτυχεν. (Urs., Ambass., Extr. XII, p. 351.) |
XIII. Ὅτι τῶν Τευτόνων μοῖρα λῃστεύουσα πολύανδρος ἐς τὴν γῆν τῶν Νωρικῶν ἐσέδαλλεν. Καὶ ὁ Ῥωμαίων ὕπατος Παπίριος Κάρόων δείσας, μὴ ἐς τὴν Ἰταλίαν ἐσδάλοιεν, ἐφήδρευε τοῖς ᾿Αλπίοις, ἧ μάλιστά ἐστιν ἡ διάόασις στενοτάτη. Οὐχ ἐπιχειρούντων δ᾽ ἐχείνων, αὐτὸς ἐπέδαινεν αὐτοῖς, αἰτιώμενος ἐς Νωριχοὺς ἐσόαλεῖν, Ῥωμαίων ξένους ὄντας. ᾿Εποιοῦντο δ᾽ οἱ Ῥωμαῖοι ξένους, οἷς ἐδίδοσαν μὲν εἶναι φίλους, ἀνάγκη δ᾽ οὐχ ἐπὴν ὡς φίλοις ἐπαμύνειν. Οἱ μὲν δὴ Τεύτονες πλησιάζοντι τῷ Κάρόωνι προσέπεμπον, ἀγνοῆσαί τε τὴν ἐς Ῥωμαίους Νωριχῶν ξενίαν, χαὶ αὐτῶν ἐς τὸ μέλλον. ἀφέξεσθαι. Ὁ δ᾽ ἐπαινέσας τοὺς πρέσόεις, καὶ δοὺς αὐτοῖς ὁδῶν ἡγεμόνας, χρύφα τοῖς ἡγουμένοις ἐνετείλατο μαχροτέραν αὐτοὺς περιάγειν. Τῇ βραχυτέρᾳ δὲ αὐτὸς διαδραμὼν, ἀδοκήτως ἀναπαυομένοις ἔτι τοῖς Τεύτοσιν ἐμπεσὼν, ἔδωχε δίκην ἀπιστίας, πολλοὺς ἀποδαλών3. Τάχα δ᾽ ἂν χαὶ πάντας ἀπώλεσεν, εἰ μὴ ζόφος χαὶ ὄμόρος χαὶ βρονταὶ βαρεῖαι, τῆς μάχης ἔτι συνεστώσης, ἐπιπεσοῦσαι, διέστηςσαν αὐτοὺς ἀπ᾿ ἀλλήλων, χαὶ ὁ ἀγὼν ὑπὸ τῆς ἄνωθεν ἐχπλήξεως διελύθη. Σποράδες δὲ χαὶ ὡς ἐς ὕλας οἱ Ῥωμαῖοι διαφεύγοντες *, τρίτῃ μόλις ἡμέρᾳ συνῆλθον. Καὶ Τεύτονες ἐς Γαλάτας ἐχώρουν. (Ursin., Ambass., Extr. XII, p. 352.)