Turin (ἢ
L4 AIIITIANOY ΡΩΜΑΙΚΩΝ BIBA. Z'. ANNIBAIKH.
ὕπατος ὃ Ῥωμαίων Πούπλιος Κορνήλιος Σχιπίων, Kapynδονίοις ἐν Ἰόηρίᾳ πολεμῶν, ἐπεὶ τῆς ἐσθολῆς "Avvléou τῆς ἐς τὴν Ἰταλίαν ἐπύθετο, τὸν ἀδελφὸν nai ὅδε Γναῖον Κορνήλιον Σχιπίωνα ἐπὶ τοῖς ἐν ᾿Ιδηρίᾳ πράγμασι xataλιπὼν, διέπλευσεν ἐς Τυρρηνίαν. Ὅθεν ὁδεύων τε χαὶ συμμάχους ὅσους δύναιτο ἀγείρων, ἔφθασεν ἐπὶ τὸν Πάδον ᾿Αννίδαν. Καὶ Μάλλιον 1 μὲν xai ᾿Ατίλιον, o τοῖς Βοιοῖς ἐπολέμουν, ἐς Ῥώμην ἔπεμψεν, ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖν, ὑπάτου παρόντος - αὐτὸς δὲ τὸν στρατὸν παραλαῤὼν, ἐς μάχην ἐξέτασσεν πρὸς ᾿Αννίόαν. Καὶ γενομένης ἀχροθολίας τε χαὶ ἱππομαχίας, οἱ Ῥωμαῖοι χυχλωθέντες ὑπὸ τῶν Λιόύων, ἔφευγον ἐς τὸ στρατόπεδον. Καὶ νυχτὸς ἐπιγενομένης, ἐς Πλαχεντίαν ἀνεχώρουν, ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε, χαὶ λύσαντες τὰς γεφύρας. Τὸν μὲν οὖν ποταμὸν χαὶ ὁ ᾿Αννίόας ζεύξας ἐπέρα.
VI. Τὸ δ᾽ ἔργον εὐθὺς τόδε, πρῶτον ἢ ei ἐπὶ τῇ τῶν ᾿Αλπίων ὀρῶν διαῤάσει, παρὰ τοῖς ἐπέχεινα Κελτῶν ἐξῆρε τὸν ᾿Αννίδαν, ὡς ἄμαχον στρατηγὸν χαὶ τύχῃ λαμπρᾷ χρώμενον. Ὁ δὲ, ὡς ἐν βαρόάροις τε χαὶ τεθηπόσιν αὐτὸν, χαὶ δι’ ἄμφω δυναμένοις ἀπατᾶσθαι, τὴν ἐσθῆτα καὶ τὴν χόμην ἐνήλλασσε, συνεχῶς ἐσχευασμέναις ἐπινοίαις 5. Καὶ αὐτὸν οἱ Κελτοὶ περιιόντα τὰ ἔθνη, πρεσὀύτην ὁρῶντες, εἶτα νέον, εἶτα μεσαιπόλιον, καὶ συνεχῶς ἕτερον ἐξ ἑτέρου, θαυμάζοντες, ἐδόχουν θειοτέρας φύσεως λαχεῖν. Σεμπρώνιος δ᾽ ὃ ἕτερος ὕπατος, ἐν Σιχελίᾳ τότε ὧν, καὶ πυθόμενος, διέπλευσε πρὸς τὸν Σχιπίωνα, χαὶ τεσσαράχοντα σταδίους αὐτοῦ διασχὼν ἐστρατοπέδευσε.