Agros Remorum depopulati. César, ἐδ., IL
232 TIAOYTAPXOY KAISAP, KA.
μένῳ χάρακα, val μὴ προσδεχομένῳ τηνικαῦτα τὴν μάχην, ἑξαχισμύριοι τὸ πλῆθος ὄντες αἰφνιδίως προσέπε-σον, χαὶ τοὺς μὲν ἱππεῖς ἐτρέψαντο, τῶν δὲ ταγμάτων τὸ δωδέχατον χαὶ τὸ ἕόδοικον περισχόντες, ἅπαντας ἀπέχτειναν τοὺς ταξιάρχους. Εἰ δὲ μὴ Καῖσαρ, ἁρπάσας τὸν θυρεὸν χαὶ διασχὼν τοὺς πρὸ αὐτοῦ μαχομένους, ἐνέδαλε ἡ τοῖς βαρόάροις, (Wech., p.718.) καὶ ἀπὸ τῶν ἄκρων τὸ δέχατον χινδυνεύοντος αὐτοῦ χατέδραμε καὶ διέκοψε τὰς τάξεις τῶν πολεμίων, οὐδεὶς ἂν δοκεῖ περιγενέσθαι - νῦν δὲ τῇ Καίσαρος τόλμῃ, τὴν λεγομένην ὑπὲρ δύναμιν μάχην ἀγωνισάμενοι, τρέπονται μὲν οὐδ᾽ ὡς τοὺς Νερβίους, χατακόπτουσι δὲ ἀμυνομένους - πενταχόσιοι γὰρ ἀπὸ μυριάδων ἕξ σωθῆναι λέγονται, βουλευταὶ δὲ τρεῖς ἀπὸ τετραχοσίων".
XXI. Ταῦτα ἡ σύγκλητος πυθομένη πεντεκαίδεκα ἡμέpas ἐψηφίσατο θύειν τοῖς θεοῖς χαὶ σχολάζειν ἑορτάζοντας, ὅσας ἐπ᾽ οὐδεμιᾷ νίχῃ πρότερον. Καὶ γὰρ ὁ χίνδυνος ἐφάνη μέγας, ἐθνῶν ἅμα τοσούτων ἀναρραγέντων᾽, xa τὸ γίχημα λαμπρότερον, ὅτι Καῖσαρ ἦν ὁ νικῶν, À πρὸς ἐχεῖνον εὔνοια τῶν πολλῶν ἐποίει. Καὶ γὰρ αὐτὸς, εὖ θέμενος τὰ
{. César, ibid., 28 : ex sexcentis ad tres senatores, ex hominum millibus sexaginta vix ad quingentos, qui arma ferre possent sese redactos esse dixerunt. |
2. Palat., ἐθνῶν μέγα ἀναρραγέντων; Monac., ἐθνων τοσούτων ἀναρραγέντων.