‹ [Gallikn syngrapheis Hellnikoi]. Extraits des auteurs grecs concernant la géographie et l'histoire des Gaules; (volume 4)Chapitre 274 sur 334 · XXIII. TYNAION HEPTAMHNON · texte numérisé non relu

XXIII. TYNAION HEPTAMHNON

Γαλατῶν τοὺς ἀρίστους μεταπεμψάμενος εἰς Πέργαμον ὡς φίλους, ὑῤριστικῶς ἐδόχει καὶ δεσποτικῶς προσφέρεσθαι, καὶ πάντες ἠγανάκτουν, Πορηδόραξ', ἀνὴρ τό τε σῶμα ῥωμαλέος χαὶ τὴν ψυχὴν διαφέρων, (ἦν δὲ Τοσιωπῶν᾽" τετράρχης) ἀνεδέξατο τὸν Μιθριδάτην, ὅταν ἐν τῷ γυμνασίῳ χρηματίζῃ, [τῷ] βήματι" συναρπάσας, ὥσειν ἅμα σὺν αὐτῷ χατὰ τῆς φάραγγος. Τύχῃ δέ τινι τῆς ἡμέρας ἐχείνης οὐχ ἀναῤάντος εἰς τὸ γυμνάσιον αὐτοῦ, μεταπεμπομένου δὲ τοὺς Γαλάτας“ οἴχαδε, θαρρεῖν παρε- χάλει, χαὶ ὅταν ἐν ταυτῷ γένωνται, διασπᾶσαι τὸ σῶμα χαὶ διαφθεῖρσι πανταχόθεν προσπεσόντας. Τοῦτο οὐχ ἔλαθε τὸν Μιθριδάτην, ἀλλὰ μηνύσεως γενομένης, χαθ᾽ ἕνα τῶν Γαλατῶν παρεδίδου σφαγησόμενον. Εἶτά πως ἀναμνησθεὶς γεανίσχου πολὺ προέχοντος (πρωτεύσαντος)" ὥρᾳ χαὶ χάλλει τῶν χαθ᾽ αὑτὸν, ᾧχτειρε χαὶ μετενόει - καὶ δῆλος ἦν ἀχθόμενος, ὡς ἐν πρώτοις ἀπολωλότος, ὅμως δ᾽ ἔπεμψεν, εἰ ζῶν εὑρεθείη, μεθεῖναι χελεύων - ἦν δ᾽ ὄνομα τῷ νεαγίσχῳ Βηπολιτανός. Καί τις αὐτῷ τύχη θαυμαστὴ συνέπεσε. Καλὴν γὰρ ἐσθῆτα xal πολυτελῆ συνελήφθη φορῶν " ἣν ὁ δήμιος ἀναίμακτον αὑτῷ χαὶ καθαρὰν διαφυλάξαι

Page 1