Iliade, XI
72 AOYKIANOS.
2h. .……. Τέταρτον δέ σοι διηγήσομαι, Ζηνόθεμιν τὸν Χαρμόλεω Μασσαλίηθεν - ἐδείχθη δέ μοι ἐν Ἰταλίᾳ πρεσύεύοντι ὑπὲρ τῆς πατρίδος χαλὸς ἀνὴρ χαὶ μέγας χαὶ πλούσιος, ὡς ἐδόχει - παρεχάθητο δὲ αὐτῷ γυνὴ ἐπὶ ζεύ-- YOU ὁδοιποροῦντι τά τε ἄλλα εἰδεχθὴς χαὶ ξηρὰ τὸ ἥμισυ τὸ δεξιὸν καὶ τὸν ὀφθαλμὸν ἐχχεχομμένη, παλλώῤητόν τι καὶ ἀπρόσιτον μορμολυχεῖον. Εἶτα ἐπεὶ ἐθαύμασα εἰ χαλὸς οὕτω χαὶ ὡραῖος ὧν ἀνέχεται παροχουμένην τοιαύτην αὐτῷ γυναῖχα, ὁ δείξας αὐτὸν διηγεῖτό μοι τὴν ἀνάγχην τοῦ γάμου ἀχριῤῶς εἰδὼς ἔχαστα. Μασσαλιώτης δὲ χαὶ αὐτὸς ἦν. Μενεχράτει γὰρ, ἔφη, τῷ πατρὶ τῆς δυσμόρφου ταύτης φίλος ἦν ὁ Ζηνόθεμις πλουτοῦντι χαὶ τιμωμένῳ ὁμότιμος ὥν. Χρόνῳ δὲ ὃ Μενεχράτης ἀφηρέθη τὴν οὐσίαν ἐχ χαταδίχης, ὅτεπερ χαὶ ἄτιμος ἐγένετο ὑπὸ τῶν ἑξαχοσίων ὡς ἀποφηνάμενος γνώμην παράνομον. Οὕτω δὲ οἱ Μασσαλιῶται χολάζομεν, ἔφη, εἴ τις παράνομα γράψειεν. Ἐλυπεῖτο οὖν ὁ Μενεχράτης χαὶ ἐπὶ τῇ χαταδίχῃ καὶ ἐπεὶ ἐκ πλουσίου πένης χαὶ ἐξ ἐνδόξου ἄδοξος ἐν ὀλίγῳ ἐγένετο - μάλιστα δὲ αὐτὸν ἠνία θυγάτηρ αὕτη ἐπίγαμος ἤδη ὀχτωχαιδεχαέτις οὖσα, ἣν οὐδὲ μετὰ πάσης τῆς οὐσίας τοῦ πατρὸς, ἣν πρὸ τῆς χαταδίχης ἐχέχτητο, ἠξίωσεν ἄν τις τῶν ἀγενῶν χαὶ πενήτων ῥαδίως παραλαῥεῖν οὕτω χαχοδαίμονα οὖσαν τὴν ὄψιν. ᾿Ελέγετο δὲ καὶ χαταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην.