La Corse
6 HPOAOTOY IETOPIQN BIBA. A.
τερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν, τῇ οὔνομα ἦν ᾿Αλαλίη". ᾿Αργανθώνιος δὲ τηνικᾶυτα ἤδη τετελευτήχεε. Στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον, πρῶτα καταπλεύσαντες" ἐς τὴν Φωχαίην" χατεφόνευσαν τῶν Περσέων τὴν φυλαχὴν, ἣ ἐφρούρεε παραδεξαμένη παρὰ ᾿Αρπάγου τὴν πόλιν. Μετὰ δὲ, ὡς τοῦτό σφι ἐξέργαστο, ἐποιήσαντο ἰσχυρὰς κατάρας τῷ ὑπολειπομένῳ ἑωυτῶν τοῦ στόλου. Πρὸς δὲ ταύτῃσι χαὶ μύδρον σιδήρεον χατεπόντωσαν, καὶ ὥμοσαν, μὴ πρὶν ἐς Φωχαίην ἥξειν πρὶν ἢ τὸν μύδρον τοῦτον ἀναφῆναι. Στελλομένων δὲ αὐτῶν ἐπὶ τὴν Κύρνον, ὑπὲρ ἡμίσεας τῶν ἀστῶν ἔλαξε πόθος τε χαὶ οἶχτος τῆς πόλιος χαὶ τῶν ἠθέων τῆς χώρης, ψευδόρχιοι δὲ γενόμενοι ἀπέπλεον’ ὀπίσω ἐς τὴν Φωχαίην * οἵ δὲ αὐτῶν τὸ ὅρχιον ἐφύλασσον, ἀερθέντες Ex τῶν Οἰνουσσέων ἔπλεον.