IT Φ
370 AIOAQPOY BIBA. E.
XXIIL. (Rhod., p. 302.) Περὶ μὲν οὖν τοῦ χαττίτέρου τοῖς ῥηθεῖσιν ἀρχεσθησόμεθα, περὶ δὲ τοῦ χαλουμένου ἠλέχτρου νῦν διέξιμεν. Tic Σκυθίας τῆς ὑπὲρ τὴν Γαλα- ᾿ πίαν χατ᾽ ἀντιχρὺ νῆσός ἐστι πελαγία κατὰ τὸν ᾿Ωχεανὸν À προσαγορευομένη. Βασίλεια. Eis ταύτην ὁ χλύδων ἐκθάλλει δαψιλὲς τὸ χαλούμενον ἤλεχτρον, οὐδαμοῦ δὲ τῆς οἰχουμένης φαινόμενον. Περὶ δὲ τούτου πολλοὶ τῶν παλαιῶν ἀνέγραψαν μύθους παντελῶς ἀπιστουμένους χαὶ διὰ τῶν ἀποτελεσμάτων ἐλεγχομένους. Πολλοὶ γὰρ τῶν τε ποιητῶν χαὶ τῶν συγγραφέων φασὶ Φαέθοντα τὸν Ἡλίου μὲν υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα, πεῖσαι τὸν πατέρα μίαν ἡμέραν παραχω{ρῆσαι τοῦ τεθρίππου; - συγχωρηθέντος δὲ αὐτῷ τούτου, τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι χρατεῖν τῶν ἡνιῶν, τοὺς δ᾽ ἵππους χαταφρονήσαντας τοῦ παιδὸς ἐξενεχθῆναι τοῦ συνήθους δρόμου, χαὶ τὸ μὲν πρῶτον χατὰ τὸν οὐρανὸν πλανωμένους ἐχπυρῶσαι τοῦτον χαὶ ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον χύχλον, μετὰ δὲ ταῦτα πολλὴν τῆς οἰκουμένης ἐπιφλέξαντας οὐχ ὀλίγην καταχάειν χώραν. Διὸ χαὶ τοῦ Διὸς ἀγαναχτήσαντος" ἐπὶ τοῖς γεγενημένοις, χεραυνῶσαι μὲν τὸν Φαέθοντα, ἀποχαταστῆσαι δὲ τὸν ἥλιον ἐπὶ τὴν συνήθη πορείαν. Toù δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐχόολὰς τοῦ νῦν Πάδου χαλουμένου ποταμοῦ, τὸ δὲ παλαιὸν ᾿Ηριδανοῦ προσαγορευομένου, θρηνῆσαι μὲν τὰς ἀδελφὰς αὐτοῦ τὴν τελευτὴν φιλοτιμότατα, διὰ δὲ τὴν ὑπερόολὴν τῆς λύπης [ὑπὸ τῆς φύσεως]" μετασχηματισθῆναι τὴν φύσιν, γενομένας αἰγείρους. Ταύτας δὲ καθ᾽ ἐνιαυτὸν κατὰ τὴν αὐτὴν
1. Le Vindob. II donne la glose τοῦ ἅρματος τοῦ ἐκ τεσσάρων ἵππων συνεσταμένου. ,
2. Sie. Coisl., Mutin., Vindob. I; les autres τὸν Δία ἀγαναχτήσαντα.
3. « Mots inutiles qui ne se retrouvent pas dans latrad. du Pogge: on attendrait quelque chose comme ὑπὸ τοῦ Διὸς. » Dind.