AIOAQPOY BIBA. E
ΧΧΙΧ. Ἐν δὲ ταῖς ὁδοιπορίαις χαὶ ταῖς μάχαις χρῶνται cuvwolouv?, ἔχοντος τοῦ ἅρματος ἡνίοχον καὶ παραδάτην. ᾿Απαντῶντες δὲ τοῖς ἐφιππεύουσιν ἐν τοῖς πολέμοις σαυγιάζουσιδ τοὺς ἐναντίους, χαὶ χαταῤάντες τὴν ἀπὸ τοῦ ξίφους συνίστανται μάχην. Ἔνιοι δ᾽ αὐτῶν ἐπὶ τοσοῦτο τοῦ θανάτου χαταφρονοῦσιν ὥστε γυμνοὺς χαὶ περιεζωμέ: νους χαταξαίνειν εἰς τὸν χίνδυνον. ᾿Ἐπάγονται δὲ χαὶ θεράποντας ἐκ τῶν πενήτων χαταλέγοντες, οἷς ἡνιόχοις χαὶ παρασπισταῖς χρῶνται χατὰ τὰς μάχας. Κατὰ δὲ τὰς παρατάξεις εἰώθασι προάγειν τῆς παρατάξεως na προχαλεῖσθαι τῶν ἀντιτεταγμένων τοὺς ἀρίστους εἰς μονομαχίαν, προανασείοντες τὰ ὅπλα χαὶ χαταπινηττόμεγοι τοὺς ἐναντίους. Ὅταν δέ τις ὑπαχούσῃ πρὸς τὴν μάχην, τάς τε τῶν προγόγον ἀνδραγαθίας ἐξυμνοῦσι χαὶ τὰς ἑαυτῶν ἀρετὰς προφέρονται, χαὶ τὸν ἀντιταττόμενον ἐξονειδίζουσι χαὶ ταπεινοῦσι χαὶ τὸ σύνολον τὸ θράσος τῆς Ψψυχἧς τοῖς λόγοις προαφαιροῦνται. Tv δὲ πεσόντων πολεμίων τὰς χεφαλὰς ἀφαιροῦντες περιάπτουσι τοῖς αὐχέσι τῶν ἵππων