kil
416 AIOAQPOY BIBA. IA.
τῶν ἀπαγγελλομένων προσιέναι, διέταττον τὸ στρατόπεδον. Τοὺς μὲν οὖν ἀνδρειοτάτους δισμυρίους χαὶ τετρακισχιλίους ἀπὸ τοῦ ποταμοῦ μεχρὶ τῶν λόφων διέταξαν, ἐπὶ δὲ τῶν ὑψηλοτάτων λόφων τοὺς ἀσθενεστάτους ἔστησαν. Οἱ δὲ Κελτοί, μαχρὰν τὴν φάλαγγα παρεχτείνοντες, εἴτε χατὰ τύχην, εἴτε χατὰ πρόνοιαν τοὺς ἀρίστους ἔστησαν ἐπὶ τῶν λόφων. Ἅμα δ᾽ αἱ σάλπιγγες παρ᾽ ἀμφοτέροις ἐσήμαινον χαὶ τὰ στρατόπεδα συνῆσαν εἰς μάχην μετὰ πολλῆς χραυγῆς. Οἱ δ᾽ ἐπίλεχτοι τῶν Κελτῶν ἀντιτεταγμένοι τοῖς ἀσθενεστάτοις τῶν Ῥωμαίων ῥαδίως αὐτοὺς ἀπὸ τῶν λόφων ἐστρέψαντο. Διόπερ τούτων ἀθρόων φευγόντων πρὸς τοὺς ἐν τῷ πεδίῳ Ῥωμαίους, αἵ τε τάξεις ἐπεταράττοντο χαὶ τῶν Κελτῶν ἐπιχειμένων χαταπλαγέντες ἔφευγον. Tv δὲ πλείστων παρὰ τὸν ποταμὸν ὁρμησάντων καὶ διὰ τὴν ταραχὴν ἀλλήλοις ἐμπιπτόντων, οὐχ ἐπήρχουν' οἱ Κελτοὶ τοὺς ἐσχάτους ἀεὶ φονεύοντες - διὸ χαὶ τὸ πεδίον ἅπαν νεχρῶν κατεστρώθη. Τῶν δὲ φευγόντων ἐπὶ τὸν ποταμὸν οἱ μὲν ἀνδρειότατοι μετὰ τῶν ὅπλων διενήχοντο, τὴν πανοπλίαν ἐν ἴσῳ καὶ τὴν ψυχὴν προτιμῶντες “ σφοδροῦ δὲ τοῦ ῥεύματος ὄντος, τινὲς μὲν ὑπὸ βάρους τῶν ὅπλων χαταδυόμενοι διεφθείροντο, τινὲς δὲ μετὰ πολλῆς χαχοπαθείας ἐφ᾽ ἱκανὸν διάστημα παρενεχθέντες μόγις ἐσώθησαν. ᾿Ἐπικειμένων δὲ τῶν πολεμίων καὶ παρὰ τὸν ποταμὸν πολλοὺς ἀναιρούντων, οἱ πλεῖστοι τῶν ὑπολειπομένων. ῥιπτοῦντες τὰ ὅπλα διενήχοντο τὸν Τίόεριν.
1. δὲς Reisk.; Wesseling. ὑπεχώρουν, L. Dindorf, édit. 1829, et Didot, 1855, ὑπηρέτουν; édit. Lips. 1867, Dindorf adopte la leçon de Reiske. Rhodom. proposait οὐχ ὑπερέθεσαν.