Samnites
30 IIOAYBION ISTOPIQON A.
ἀνατολὰς χαὶ τὰς ἄρχτους συντερμονοῦσι τῇ τῶν Λατίνων χώρᾳ. Μετὰ δέ τινα χρόνον, Ταραντίνων διὰ τὴν εἰς τοὺς πρεσδευτὰς τῶν Ῥωμαίων ἀσέλγειαν, χαὶ τὸν διὰ ταῦτα p66ov, ἐπισπασαμένων Πύρρον, τῷ πρότερον ἔτει τῆς τῶν Γαλατῶν ἐφόδου, τῶν τε περὶ Δελφοὺς φθαρέντων,, χαὶ τῶν περαιωθέντων εἰς τὴν ᾿Ασίαν - Ῥωμαῖοι, Τυρρηνοὺς μὲν χαὶ Σαυνίτας ὑφ᾽ αὑτοὺς πεποιημένοι, τοὺς δὲ χατὰ τὴν Ἱταλίαν Κελτοὺς πολλαῖς μάχαις ἤδη νενικηχότες, τότε πρῶτον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Ἰταλίας ὥρμησαν, οὖχ͵ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ χαθηκόντων σφίσι, πολεμήσοντες, ἀθληταὶ γεγονότες ἀληθινοὶ τῶν χατὰ τὸν πόλεμον ἔργων, ἐχ τῶν πρὸς τοὺς Σαυνίτας χαὶ Κελτοὺς ἀγώνων. Ὑποστάντες δὲ γενναίως τὸν πόλεμον τοῦτον, χαὶ τὸ τελευταῖον τάς τε δυνάμεις χαὶ Πύρρον ἐχόαλόντες ἐκ τῆς Ἰταλίας, αὖθις ἐπολέμουν χαὶ χατεστρέφοντο τοὺς χοινωνήσαντας Πύρρῳ τῶν πραγμάτων. Γενόμενοι δὲ παραδόξως ἁπάντων ἐγχρατεῖς, χαὶ ποιησάμενοι τοὺς τὴν ᾿Ιταλίαν χατοιχοῦντας ὑφ᾽ αὑτοὺς, πλὴν" Κελτῶν, μετὰ ταῦτα πολιορχεῖν ἐνεχείρησαν τοὺς τότε χατέχοντας τὸ Ῥήγιον Ῥωμαίους.
Ὁ Fe Λέγειν ὥρα περὶ τῶν προχειμένων, ἐπὶ βραχὺ χαὶ χεφαλαιωδῶς προεχθεμένους τὰς ἐν τὴ Προχατασχευῇ πράξεις. Ὧν εἰσι πρῶται χατὰ τὴν τάξιν, αἱ γενόμεναι