Vulg. Giscon
10 TIOAYBIOY ISTOPION À.
δ᾽ ἐναντία τούτοις λέγοντας, προδότας χαὶ “πολεμίους ἡγεῖσθαι παρήνει. Ταῦτα “δ᾽ εἰπὼν [παρήνει καὶ]", 'συνέδούλευε τόν τε Γέσχωνα χαὶ τοὺς μετ᾽ αὐτοῦ συλληφθέντας, Ha τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων; αἰκισαμένους ἀποχτεῖναι: Ἰπραχτιχώτατος δ᾽ ἦν οὗτος “ἐν ταῖς συμόῥουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν ἀὐτοῦ συνιέναι * πάλαι γὰρ στρατευόμενος ἤδει διαλέγεσθαι φοινικιστί " ταύτη (Gas, p. 81.) δέ πως οἱ πλεΐστοι συνεσαίνοντο τὴ διαλέκτῳ διὰ τὸ μῆχος τῆς προγεγενημένης στρατείας. Διόπερ ἐπαινέσαντος αὐτὸν ὁμοθυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀνεχώρησε.....
LXXXIV. (Cas:, p. 85.) .... Τέλος δ᾽ ἐπιστρατοπεδεύσας αὐτοῖς (ὁ ᾿Αμίλχας) ἀνυπονοήτως ἐν τόποις ἀφυέσι μὲν πρὸς “τὴν ἐχείνων (τῶν βαρόάρων) χρείαν, εὐφυέσι δὲ πρὸς τὴν ἑαυτοῦ δύναμιν, εἰς τοῦτ᾽ ἤγαγε περιστάσεως ὥστε {μήτε διακινδυνεύειν ᾿τολμῶντας μήτ᾽ ἀποδρᾶναι δυναμέ-γους. διὰ τὸ τάφρῳ; καὶ χάραχι περιειλῆφθαι- πανταχόθεν, τέλος ὑπὸ τοῦ . λιμοῦ συναγομένους, ἐσθίειν “ἀλλήλων ἀναγχασθῆναι + τοῦ δαιμονίου τὴν οἰκείαν ἀμοιδὴν αὐτοῖς ἐπιφέροντος, τὴ πρὸς τοὺς πέλας ἀσεύξείᾳ καὶ παρανομίᾳ. Πρὸς μὲν γὰρ τὸν κίνδυνον οὐχ ἐτόλμων ἐξιέναι, προδήλου. τῆς ἥττης al τῆς τιμωρίας τοῖς. ἁλισχομένοις ὑπαρχούσης" ᾿ περὶ δὲ διαλύσέως οὐδ᾽ ὑπενόουν ποιεῖσθαι μινήμην, συνειδότες σφίσι τὰ πεπραγμένα. Προσανέχοντες δ᾽ ἀεὶ ταῖς ἐχ τοῦ Τυνήτος βοηθείαις, διὰ τὰς τῶν ἡγουμένων ἐπαγγελίας, πᾶν ὑπέμενον ποιεῖν χατὰ σφῶν αὐτῶν.
1. L. Dindorf supprime absolument ces deux mots comme inutiles. Παρήνει semble en effet une répétition maladroïte du dernier mot de la phraseprécédente, — 2. Diod. Sicul. Extr. Vatic. p. 55 :: Τὸ γὰρ δαιμόνιον, ὡς ἔοικε, ταύτην ἀμοιδὴν τῶν ἀσεδημάτων αὐτοῖς ἐδικαίωσεν.