CHAPITRE
Des qualités du style.
$ L. La clarté et la convenance.
Après ces observations, nous devons déterminer les qualités dû style. I doit être clair*; ee qui le prouve, c'est que la
296 PHTOPIKH.
ποιήσει τὸ ἑαυτοῦ ἔργον" καὶ μήτε ταπεινὴν, μήτε ὑπὲρ τὸ ἀξίω-» μα, ἀλλὰ πρέπουσαν" % γὰρ ποιητικὴ ἴσως οὐ ταπεινὴ, ἀλλ᾽ οὐ πρέπουσα, λόγῳ. Τῶν δ᾽ ὀνομάτων χαὶ ῥημάτων σαφῆ μὲν ποιεῖ τὰ κύρια᾽ μὴ ταπεινὴν δὲ, ἀλλὰ χεκοσμημένην, τἄλλα ὀνόματα, ὅσα εἴρηται ἐν τοῖς περὶ πουγτικῆς" τὸ γὰρ ἐξαλλάξαι ποιεῖ φαίνεσθαι σεμνοτέραν" ὅπερ γὰρ πρὸς τοὺς ξένους οἱ ἄνθρωποι καὶ πρὸς τοὺς πολίτας, τὸ αὐτὸ πάσχουσι καὶ πρὸς τὴν λέξιν. Διὸ δεῖ ποιεῖν ξένην τὴν διάλεκτον" ϑαυμασταὶ γὰρ τῶν ἀπόντων εἰσί: ἡδὺ δὲ τὸ ϑαυμαστόν. Êni μὲν οὖν τῶν μέτρων πολλά τε ποιεῖ τοῦτο, καὶ ἁρμόττει ἐκεῖ’ πλέον γὰρ ἐξέστηκε, περὶ ἃ, καὶ περὶ οὺς ὁ λόγος" ἐν δὲ τοῖς ψιλοῖς λόγοις πολλῷ ἐλάττω εἰσίν" ἡ γὰρ ὑπόθεσις ἐλάττων" ἐπεὶ καὶ ἐνταῦθα, εἰ δοῦλος καλλιεποῖτο, ἢ λίαν νέος, ἀπρεπέστερον, ἢ περὶ λίαν μικρῶν" ἀλλ᾽ ἔστι χαὶ ἐν τούτοις ἐπισυστελλόμενον καὶ αὐξανόμενον τὸ πρέπον. Διὸ δεῖ λανθάνειν ποιοῦντας, ai μὴ δοκεῖν λέγειν πεπλασμένως, ἀλλὰ πεφυκχότως" τοῦτο γὰρ πιθανὸν, ἐκεῖνο δὲ τοὐναντίον" ὡς γὰρ πρὸς ἐπιβδουλεύοντα διαδάλλονται ,., καθάπερ πρὸς τοὺς οἴνους τοὺς μεμιγμένους" χαὶ οἷον ἡ Θεοδώρου. φωνὴ πέπονθε πρὸς τὴν τῶν ἄλλων ὑποχριτῶν" ἡ μὲν γὰρ, τοῦ λέγοντος ἔοικεν εἶναι" αἱ δ᾽, ἀλλότοιαι. Κλέπτεται δ᾽ εὖ, ἐάν τις ἐκ τῆς εἰωθυίας διαλέκτου ἐκλέγων σνντιθῇ" ὅπερ Εὐριπίδης ποιεῖ, καὶ ὑπέδειξε πρῶτος.