‹ La rhétorique d'AristoteChapitre 204 sur 281 · CHAPITRE X · texte numérisé non relu

CHAPITRE X

Pe l'esprit dans le style et de la beauté de l'expression.

$ I. L'expression considérée dans le sens.

Cela établi, nous devons dire d'où viennent l'élégance et la beauté de l'expression. On parvient à ces qualités par une heureuse disposition et par l'exercice; mais c’est à la rhétorique à dire’ce qn’elles sont, Pour en parler ayec détail, posons d'abord

334 PHTOPIKE.

οὖν: καὶ διαριθμησώμεθα" ἀρχὴ δ᾽ ἔστω ἡμῖν αὕτη. To γὰρ μανθάνειν ῥαδίως, ἡδὺ φύσει πᾶσίν ἐστι" τὰ δὲ ὀνόματα σημαίνει tu ὥστε ὅσα τῶν ὀνομάτων ποιεῖ ἡμῖν μάθησιν, ἥδιστα, Αἱ μὲν οὖν γλῶτται, ἀγνῶτες" τὰ δὲ κύρια, ἴσμεν. Η δὲ. μεταφορὰ ποιεῖ τοῦτο μάλιστα" ὅταν γὰρ εἴπῃ τὸ γῆρας καλάμην, ἐποίησε μάθησιν καὶ γνῶσιν διὰ τοῦ γένους" ἄμφω γὰρ ἀπηνθηχότα. ΠΟοιοῦσι μὲν οὖν nai αἱ τῶν ποιητῶν εἰκόνες τὸ αὐτό" διόπερ, ἂν εὖ, ἀστεῖον φαίνεται. ἔστι γὰρ ἡ εἰχὼν, χαθάπερ εἴρηται πρό-τερον, μεταφορὰ διαφέρουσα προσθέσει" διὸ ἧττον ἡδὺ, ὅτι μα:χροτέρως᾽ καὶ οὐ λέγει ὡς τοῦτο ἐχεῖνο" οὔχουν οὐδὲ ξητεῖ τοῦτο ἡ ψυχή. ἀνάγχη δὴ, καὶ λέξιν χαὶ ἐνθυμήματα ταῦτα εἶναι ἀστεῖα, ὅσα ποιεῖ ἡμῖν μάθησιν ταχεῖαν" διὸ οὔτε τὰ ἐπιπόλαια τῶν ἐνθυμημάτων εὐδοκιμεῖ: ἐπιπόλαια γὰρ λέγομεν τὰ παντὶ δὴλα, καὶ ἃ μηδὲν δεῖ ξητῆσαι" οὔτε ὅσα εἰρημένα, ἀγνοού-μενὰ ἐστιν, ἀ)λ᾽ ὅσων à ἅμα λεγομένων ἡ γνῶσις γίγνεται, καὶ εἰ μὴ πρότερον ὑπῆρχεν, ἢ μικρὸν ὑστερίζει ἡ διάνοια" γίγνεται γὰρ οἷον μάθησις" ἐκείνως δὲ͵, οὐδέτερον.

Β΄. Κατὰ μὲν οὖν τὴν διάνοιαν τοῦ λεγομένου, τὰ τοιαῦτα εὐδοκιμεῖ τῶν ἐνθυμημάτων. Kara δὲ τὴν λέξιν, τῷ μὲν σχή-ματι, ἐὰν ἀντικειμένως λέγηται" οἷον, Καὶ αἱ τὴν τοῖς ἄλλοις κοινὴν εἰρήνην νομιζόντων τοῖς αὑτῶν ἰδίοις πόλεμον" ἀντίκειται πόλεμος εἰρήνῃ. Τοῖς d ὀνόμασιν, ἐὰν ἔχῃ μεταφοράν" xai ἑαύτην μήτ᾽ ἀλλοτρίαν" χαλεπὸν. γὰρ συνιδεῖν" μήτ᾽ ἐπιπόλαιον"

Page 1