I. Cor
lepra infectus, j
a sancto mundatur.
Psalm.71,18
Nauta quidam,
fluxu e gutture laborans,
226 VITA S. LUCAE STYLITAE
γίαις ταῖς παρ᾽ αὐτοῦ καθαγιαζομένῳ ὕδατι καθ᾽ ἑκάστην ἐπαντλεῖν παρακελευσάµενος τῷ πάσχοντι, τὰ πεπονθότα κατάστικτα µέλη τοῦ σώματος δι ὅλων ἡμερῶν ἑπτὰ τελείως ἀποκαθαρθέντα τῆς πολυστίκτου λώβης ἐκείνης ἀπέδειξε καὶ ἀνακαινισθέντα τῷ σώματι πρὸς τὰ οἰκεῖα ἐξέπεμψε, δοξάζοντα µεγάλαις φωναῖς τὸν ποιοῦντα 5 Θεὸν μεγάλα θαυμάσια µόνον καὶ ἀντιδοξάζοντα τοὺς δοξάζοντας αὐτόν. Καὶ οὗτος μὲν οὕτως ἐπὶ τοιούτῳ νοσήµατι χαλεπωτάτῳ τοιούτοις τε Φαρμάκοις καὶ ἐπὶ τοσαύταις ἡμέραις τῆς παραδόξου περιοδείας ἀπολελαυκώς, τῆς map’ ἐλπίδα θεραπείας ἐπέτυχεν.
80. Ἕτερος δέ τις ἐπὶ πολὺ χαλεπωτέρῳ τε καὶ ὀξυτέρῳ πάθους το συμπτώματι ταχυτέρας ὅτι µάλιστα καὶ συντομωτέρας τῆς ἰατρείας ἀπέλαυσεν. ὋὉς ἐκ τῆς Υείτονος τῷ ἁγίῳ τῷδε πόλεως Χαλκηδόvoc καλουµένης ὁρμώμενος, ναύκληρος τυγχάνει τὸ ἐπιτήδευμα, ῥεύσεως δριµείας: αὐτῷ κατὰ τοῦ λάρυγγος ἐπιδραμούσης, ἔμελλε παρὰ βραχὺ τῇ τῆς ὀδύνης συνεχεὶ σφοδρότητι ἐναποπνίγεσθαι ‘15 ἰατρικαῖς τοίνυν ἐξ ἀνάγκης ἐπιμελείαις ἑαυτὸν ἐκδοῦναι διανοηθείς, οὐδὲν οὐδαμῶς τῆς ἐξ αὐτῶν παραμυθίας τὸ παράπαν ἀπώνατο * πλὴν τοῦτο µόνον παρήγγελτο πρὸς αὐτῶν, ψυχροποσίᾳ τινὶ παντὶ τρόπῳ παραφυλάξασθαι τὸ καθόλου μὴ χρήσασθαι. Αἰσθόμενος δὲ τὴν νόσον ὁ πάσχων ἐπὶ τὸ χεῖρον ὁσημέραι προκόπτουσαν Kai 20 πρὸς θάνατον βίαιον ἀπαραιτήτως ἀπάγουσαν, τῇ τοσαύτηῃ στενώde διαπορηθεὶς À περιστατηθεὶς πρὸς τοῦτον τὸν σωτήριον λιμένα τῶν πολυτρόποις πάθεσι χειμαζομένων καταφεύγειν καλῶς ὑπέλαβε δεῖν. Πρὸς ὃν δὴ καὶ παραγενόµενος, μὴ δυνάµενός τε διὰ στόµατος προέσθαι φωνὴν καὶ τὸ τοῦ πάθους σφοὺρὸν ἀναδιδάξαι, ἆλα- 25 λήτοις ? νεύµασι διὰ χειρὸς καὶ δεικτικῆ πρὸς τῷ φάρυγγι σηµειώσει τὸ συνέχον καὶ κατάγχον αὐτὸν νόσηµα σιγῶν κατεµήνυεν. Γνοὺς δὲ ὁ ἐμπειρότατος οὗτος ἰατρὸς ψυχῶν τε καὶ σωμάτων τὴν ὡς ἐπὶ ξυροῦ ἀκμῆς κατεπείγουσαν καὶ κατάγχουσαν αὐτὸν ἐπικίνδυνον ἀνάγκην, παρευθὺ τῷ καθυπηρετοῦντι συνήθως ταῖς 30 τούτου διακονίαις ἐπιτρέπει µονάζοντι Λεοντίῳ τοὔνομα τὸ τάχος παρασχεῖν τῷ πάσχοντι οἴνου ἀκράτου ποτήριον πιεῖν. Ὁ δὲ τοῖς τῶν ἰατρῶν παραγγέλµασιν ἑπόμενος ἔτι ἐπὶ πολὺ παρητεῖτο τὸ ἐπίταγμα * ὁ δὲ θαυμάσιος αὖθις πατὴρ ἐμβριμησάμενος κατ αὐτοῦ σὺν αὐστηρίᾳ κραυγῆς προσέταξε UN µόνον ἅπαξ ἀλλ ἐκ τρί- 35. του λαβεῖν καὶ πιεῖν ' καὶ τούτου YEVOHÉVOU καὶ τοῦ. πάσχοντος πεισθέντος λαβόντος τε καὶ πιόντος ἅπαξ καὶ δὶς καὶ δὴ καὶ τρισσεύσαντος καθὰ προσετέτακτο, τῇ τῆς ζωαρχικῆς Τριάδος ζωοποιῷ