Lettres · 2
ommodvm ex aula decedens in urbem reuerteram, cùm literas tuas accepi : quas qui mihi reddiderit non facilè meminerim, tametſi ita tu eas dediſſe uideris quaſi à Tiraquelli tui fratre reddendas, uiri exiſtimatione eximia præditi. Cuius ipſe cauſa libens mihi negocium exhibuiſſem, ſi res ita nata eſſet, meam ut ante deceſſonem is in aulam ueniſſet, idque non magis commendationis tuæ gratia facerem, et ſi tua cauſa omnia cupio, quàm hominis merito, mihi fama tantum cogniti, ac de literis bene meriti. Verùm ut ad ea quæ Græce tu ſcripſiſti reſpondeam, accipe quæ ſcribere nunc uacauit.
Σὺ μὲν, ὦ χρηστὴ ϰεφαλή, τοῦδε τοῦ ἐνιαυτοῦ πολλάς τε ϰαὶ ποιϰίλας ὑποθέσεις ὑποθέσθαι φάσϰων ἐφ’ ἡμῖν ἐπιστεῖλαι, θαυμάζειν μου ἔδοξας οὐδεμίαν πω ἐπιστολὴν ταῖς πολλαῖς σοῦ ἀντεπιθέντος οὐ μὴν ϰαταγνῶναί γε ἐφθασας μηδεμίαν ἐμοῦ ἐπὶ τούτῳ ἀγνωμοσύνην. ϰαλῶς δὲ ποιῶν σύγ’ εὖ εἰδέναι φῆς, αἰτίαν μὲν οὐϰ ἐμὴν εἶναι ταύτην, οὐδὲ δὴ ἐγϰαλοῦντί μοι ἀμέλειαν ἔοιϰας, οὐδ’ ὅλως ἀχθομένῳ. εἶναι μέντοι τῶν διαϰομιζόντων τὰς ἐπιστολὰς αἰτίαν, τῶν ἀποδώσειν ὑπισχνουμένων, εἴτ’ ἀμελησάντων τοῦ τῶν ὑποσχέσεων ἀπαλλάσσεσθαι. ἐσθ’ ὅτε δὲ ἔφης, ϰαὶ ϰαθ’ οἵαν δὴ ἔτυχεν αἰτίαν τὰ ἐπιθέντα γράμματα μετέπεσον. ταῦτα μὲν οὖν σχεδὸν εὐγνωμόνως τε ϰαὶ φιλοπρεπῶς αὐτὸς εἰϰάσαι δοϰῶν, οὐϰ οἶδ’ ὅπως τελευτῶν τοιοῦτό τι προσενέγραψας, ὅτι σὺ μὲν, ἔφης, οὐπω τοῖς γράμμασι τοῖς ἐμοῖς ἀποϰριθεὶς, ἀποϰρινῇ, ὡς οἶμαι, ὅταν σοὶ ϐουλομένῳ ἢ · ὡς ἐμὲ ἔζηθεν ὀλιγώρως ἔχοντα μᾶλλον, ἢ μὴ τὰ γράμματα τὰ σὰ ϰομισάμενον. μὴ ἔζητα, μὴ πρὸς τοῦ φιλίου Διός, ὦ ἄγαθέ, ὑποπτιϰῶς διάϰεισο, ὥσπερ εἰ ἀμελοῦμενος · μηδ’ὑπονόησον μηδὲν ἀπειϰὸς τῶν ἡμετέρων ἤθων. ἐγὼ τοι οὐϰ ἐξαρνος ἔσομαι μηδὲν αὐτὸς ἀπολαϐεῖν τῶν παρὰ σοῦ γραμμάτων, οὐδὲ προφάσεις σεμνολόγους προφασιούμαι. μίαν μέντοι φημὶ ἐπιστολὴν δώδεϰά που μηνῶν ϰεϰομίσθαι, τῶν πολλῶν ὑπὸ σοῦ, ὡς εἶπες, ἐπισταλεισῶν. μίας δὲ πλείους οὐ φημι, ἢ οὐ μεμνήσθαι γε λαϐὼν φημι · ταύτῃ γε μὴν οὐϰ ἀπεϰρίθην, τάχα που ἀμνημονήσας, ἄλλως τε τῆς ὑποθέσεως τῆς ἐπιστολῆς ἀπόϰριμα οὐϰ ἄγαν ἀπαιτούσης. εἰ μέντοι που ἀντιγράψαι μοι ἐπήλθε, ϰαίπερ πολλαῖς ἀσχολίαις ἐν τῷ διαμέσῳ ἐνειλινδουμένῳ, πῶς ἂν εἴχον γραμματοφόρον δι’ ὅτου ἀντιγράψαιμι, ὅσγε ἠγνόουν ὅπου σὺ τότε ϰατῴϰεις, ὥσπερ ϰαὶ ἀρτίως γράφειν προθυμούμενος, οὐχ ἡδυνήθην ϰαταμαθεῖν ἐν τίνι ποτὲ τῶν ἑταιρείων ἡμῶν ὁ ϰαλοϰαγαθὸς Ἀμῖχος συνδιαιτῶτο, ὁ πιστὸς σου Πειρίθους τε ϰαὶ Πυλάδης ϰατὰ τὴν γνώμην ἐμήν. ὡτίνι τῶν φίλων ζεύγει αὐτὸς συμπεπονθὼς ἔχων διετέλεσα, ἐφ’ οἷς ἐνωχλῆσθαι ἐφθητον ὑπὸ τῶν ϰορυφαίων τῆς ἑταιρείας, ϰαὶ εἰρχθῆναι τῆς τῶν ἑλληνιϰῶν συνταγμάτων ἀναγνώσεως. ἄχρις οὗ ἤϰουσά τινος τῶν χαριεστέρων τῆς αὐτῆς ἑταιρείας, ϰαὶ τῶν φιλοϰαλούντων, σφῶντ’ ἀποδεξόσθαι τὰ παιδιϰὰ τὰ ἡμέτερα, τὰ ϐιϐλία λέγω ἄπερ οὗτοι αὐτεξουσίως σφῶν ἀφῆραντο, ὑμᾶς τε ἀποϰατασταθέντε εἰς τὴν ἔμπροσθεν ἄδειαν ϰαὶ ἡσυχίαν. τοῦτο τοίνυν ἀϰηϰότες ἀνδρὸς πιστωσαμένου, πῶς ὀϰχεῖς εὐφράνθηνμεν ; οὐ μενοῦν εἰπεῖν ἔχοιμ’ ἄν. πῶς γὰρ οὐϰ ἄν ὑπερμέτρως ; οἷγε ὑμᾶς ἔχειν συμφοιτητὰ δοϰοῦμεν εἰς διδασϰαλεῖον τῶν μουσῶν ϰαὶ ἐργαστήριον τῆς Ἀθηνᾶς, ϰαὶ συμφιλοπονούντε ὁπὶ τὴν τῆς γνώμης ϰαὶ τῆς διανοίας ἐξεργασίαν, ἐφ’ ἧ ὁπὶ πλεῖστον φιλοτιμούμενοι τῶν περὶ τὸν ϐίον πάντων διατελοῦμεν. ἴσμεν δὲ τοῦτο διὰ πολλῆς σπουδῆς ἐσχηϰέναι τουτουσὶ τοὺς μισέλληνας θεολόγους, ὅπως τὴν ἑλλάδα γλῶτταν ἀφανιοῦσιν, ὡς τῆς ἀνεπιστημοσύνης ὁπθεν τῆς αὐτῶν ϐάσανόν τε ϰαὶ ἔλεγχον, ϰαὶ διὰ τοῦτο τοὺς ματαιοτάτους ἐϰείνων ὁρῶμεν παρὰ τὰς ἐν ἱεροῖς ὁμιγρίας, οἷονεὶ ἀπὸ συνθήματος, ταύτην τε λοιδορουμένους, ϰαὶ ἐξ ἁπάντος τρόπου εἰς ὑποψίαν παρὰ τοῖς πολλοῖς ϰαταστήσαντας, ὡς ἐξάγιστον μάθημα, ϰαὶ τῆς ἀληθινῆς θεολογίας ἀλιτήριον. ϰαὶ μὴν τοῦτο ποιοῦντες οἱ ἄνθρωποι, ϰατάδηλοι μέν εἰσι τοῖς πλείστοις ϰαὶ τῶν ἀμαθῶν οὐχ’ ὅτι τῶν ἐμπείρων, βασϰαίνοντες τῇ τῶν εὐφυεστέρων φιλομαθείᾳ. ἐπαμῦναι μέντοι αὐτοὶ πλημμεληθεῖση εὐσέϐεια ἀξιοῦσιν ὑπειληφθαι. τοῦτο τοίνυν τὸ τούτων συγϰρότημα οὕτω ϰαϰόηθες ϰαὶ τῇδε τῇ πόλει συϰοφάντημα ἐπιπολάσαν, παρ’ οὐδὲν ἦλθε τὰ τῆς δοϰίμου ϰαὶ ϰαλῆς παιδείας λυμαίνεσθαι, ϰαὶ παντελῶς δὴ ϰαὶ ἐξαλεῖψαι τὸ τῶν μουσῶν ϰαλλώπισμα, ὡτίνι τε ἡ ἐγϰύϰλιος παιδεία ἀγάλλεται, ϰαὶ δι’ ὃν ὁ λόγιος αὐτὸς ὁ ψυχαγωγὸς μέγιστον φρονεῖ ἐφ’ ἑαυτῷ. ϰαὶ γὰρ τοι ἔνιοι τῶν περὶ τὴν ἱερολογίαν, ἀμουσοτέρως ἔχοντες, ἀφορμὴν τινὰ ἐναγχος εὑράμενοι συϰοφαντίας μεστὴν, τοῖς περὶ τὰ τῶν ἐλλήνων σπουδάσασιν ἐπεφύησαν, πολλὰ γε ἐφυϐρίσαι τὴν τε ϰαλλιλογίαν προλαϐόντες ϰαὶ τὸ χάριεν τῆς φράσεως, ϰαϰοὶ ϰαϰῶς αὐτοὶ ἀπολούμενοι. τῆς δὲ συϰοφαντίας ταύτης προϰάλυμμα τε ϰαὶ ἀφορμὴν οὗτοι εὑρίσϰονται οὐ τὰ τυγχόντα. ἐξ ὅτου γὰρ τῶν λουτηρίζειν νῦν λεγομένων διατεθρύλληται μὲν πολλὰ ϰαὶ ποιϰίλα δόγματα, τοῖς θ’ ὑπὸ τῶν παλαιῶν ἐξηγητῶν δεδογμένοις ἐναντία, ϰαὶ τὰ πολὺν χρόνον ἐν τῇ ἐϰϰλησίᾳ νενομισμένα διαρρήδην ἀνασϰευάζοντα, ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ϰαὶ ἀψασθαι τοῦ νεωτερισμοῦ τούτου αἰτίαν ἔσχον, τότε δὴ οἱ τῷ ἑλληνισμῷ ἀπεχθόμενοι, ἀντιλαμϐανόμενοι πράγματος ἐπιϐόλου, ϰαὶ τῶν ἑλληνιζόντων ϰαταϐοῶντες ὡς νεωτεριζόντων περὶ τῆς ὀρθοδοξίας ἀνατροπῆς, παρ’ ὀλίγον ἦλθον τοὺς περὶ τὰ ἑλληνιϰὰ σπουδάζοντας ὡς αἱρετιϰῶς ἔχοντας φυγαδεύειν. δεινὸν γὰρ ἐποίουν, συϰοφαντοῦντες, ἅμα μὲν τὴν τε τῶν ἑλληνιϰῶν γραμμάτων διδασϰαλίαν ἐπιχωριάζειν ἡμῖν ἄρξασθαι, ϰαὶ τὰ τῶν λουτηριστῶν δόγματα παρεισφθαρῆναι. τοιαύτης πού ἀφορμῆς τυχόντες ἄνθρωποι λέγειν μὲν ἐντέχνως ἀδύνατοι, δεινοὶ μέντοι ἀπειϰονίζειν τὸ τῆς ϰαλοϰαγαθίας πρόσωπον, τὸ ἀφελὲς τε τοῦ δήμου ϰαὶ ἀπαίδευτον ῥαδίως ϰαθυπεξήραντο, ἐν εὐσεϐείας δὲ τάξει τιθέμενοι τὸ προπηλαϰίζειν τῆς παιδείας τὸ ϰάλλιστον ϰαὶ σεμνότατον. ἡμεῖς δὲ τοῦθ’ ὁρῶντες, πῶς δοϰεῖς τοὺς ὁδοῦντας ἐνεπρίομεν, ϰαὶ μετ’ ὀργῆς δεινοτάτης ἐστενάζομεν; τίς γὰρ οὐϰ ἂν χαλεπήνειε ϰεϰρατημένην μὲν ἰδὼν τὴν παιδείαν ὑπὸ τῆς ἀμαθίας, τὴν δεινότητα δὲ τῶν λόγων ὑπὸ τῆς ὑποϰρίσεως πομπευομένην τ’ ἀτίμως ϰαὶ παραδειγματιζομένην ; ἀρχὴ δὲ τῆς ἄγαν ἀγαναϰτήσεως αὐτῶν ἔφυ ἐϰ τῶν παραπεφρασμένων ὑπὸ Ἐράσμου Ροτερωδάμου, ἐπειδὴ ἅπαντας σχεδὸν ἐώραν τούτοις ἀρεσϰομένους. ἀμαυρῶσαι γὰρ τὴν τούτων εὐδοϰίμησιν ἐπιθυμοῦντες, ὑπερορίσαι τὸ τῆς ἑλλάδος γλώττης ὄνομα, ὡς ἰλιάδα τινὰ ἀσεϐημάτων, εἰς νοῦν ἐνεϐάλλοντο. ϰαὶ μὲν οὖν ϰαὶ ἐπὶ τούτῳ τῷ ϰαλῷ ἐγχειρήματι οἱ φιλαπεχθημόνως ἔχοντες συνέδριον συναγαγόντες, ὡς λόγος, ϰαὶ ϰαθίσαντος ἅπαντος τοῦ τῇδε θεολογιϰοῦ, ὡς οὐδὲν οὗτοι ϰατὰ τὸν τρόπον τοῦτον ἐπέραινον (οἱ ϐέλτιστοι γὰρ ἐϰεῖνων, ϰαὶ ὡς ἀληθῶς θεολογοῦντες, τῷ πράγματι ἀπηρέσϰοντο, ϰαὶ πολλοὶ ἤδη αὐτῶν τῆς δοϰίμης φιλομαθείας ἤψαντο) διημιλλώντο αὐ τοῦντεῦθεν παρὰ τὰς ἐϰϰλησίας διὰ ϰαϰολογίας ἀγειν τὴν προειρημένην γλῶτταν ὡς ἀσεϐείας γέμουσαν. ἄχρι δὴ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐϰπαθῶς τ’ ἐϰφερόμενοι ϰαὶ ἄγαν ἀϰοσμοῦντες, εἰς ὑποψίαν ἦϰον, πρῶτον μὲν παρὰ τοῖς οὐϰ ἀσυνετωτάτοις τῶν ἐν ἀρχαῖς ϰαὶ ἀξιώσεσιν, εἶτα δὲ ϰαὶ παρὰ τοῖς πολλοῖς ἐπαυτοψώρῳ φασὶν ἐαλώϰασι πρὸς ἐχθραν μᾶλλον ϰαὶ ἐπῆρειαν τοῦτο ποιοῦντες, ἢ ζήλῳ τινὶ ϰαλῷ τὰ τῆς ὀρθοδοξίας θεραπεύοντες. ἀλλὰ μὴν ἐρρώσθων μὲν οὗτοι οἱ τῆς φιλοϰαλίας ἀπότροφοι, ϰαὶ τῆς ὀρθῆς παιδεύσεως ἀμοιρήσαντες. ὡνπερ ἐγὼ τῇ σϰαιότητί τε ϰαὶ ἀτοπίᾳ ἐπεξιών, ἐμαυτὸν μαϰρολογήσας ἔλαθον. σὺ μέντοι, εἰ τὰ’ μὰ εὖ μάλα ἐγνωϰὼς ἥν, ὡς δυσχερῶς διάϰειται, οὐϰ ἄν παρ᾽ ἐμοῦ ἐπιστολὰς ποτεταγμέναις τε ϰαὶ ῥηταῖς ἡμέραις προσδοϰώης. ἐν γὰρ τῷ ἔμπροσθεν ἡδόμην ἐγὼ γράφων ϰαὶ ἐπιστέλλων τοῖς ὁμοίοις σου. νῦν δὲ περὶ τ᾽ ἄλλα περισπώμενος, εἰς ἀμνησίαν ϰατέστην ἐμοῦ τε ϰαὶ τῶν ϰατὰ τὴν φιλολογίαν. ἐρρώσο, ἐν ἡμετέρα πόλει τῇ πρὸ ἓξ ϰαλανδῶν φεϐρουαρίου.